Ancient Greek · ~10 min
ΗΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΕΡΙ ΑΥΤΟΜΑΤΟΠΟΙΗΤΙΚΗΣ.
Hero of Alexandria, De automatis 23
Not analysed yet
XXIII Κατασκευάζειν δὲ δεῖ, καθάπερ ἐγράψαμεν, ἡλίκον ἂν βούλοιτό τις τὸν πίνακα ποιεῖν, τηλικοῦτον τῷ μεγέθει πλινθίον πήξαντα ἐκ σανίδων ἐλαφροτά|των πάνυ· πλάτος δὲ ἐχέτωσαν αἱ σανίδες τοῦ ἕκτου μέρους τοῦ μήκους τῶν μακροτέρων πλευρῶν. τὸ δὲ ἔδαφος τοῦ πίνακος δεῖ καθαρμόζειν εἰς τὸ πλινθίον μέσον, ὑπὸ δὲ τὸ κάτω μέρος τοῦ πλινθίου θωράκιον κοῖλον ὑποπῆξαι ἀφανὲς εἰς τὸ ὄπισθεν μέρος, ᾧ καθαρμοσθεισῶν τῶν θυρῶν καταβήσονται οἱ στροφεῖς μῆκος ἔχοντες ὥστε καὶ τούτων κάτωθεν ἐπιστρεφομένων ἀνοίγεσθαι καὶ πάλιν κλείεσθαι τὰς θύρας. Ἔστω οὖν τὸ θωράκιον ἐκ τῶν ἔμπροσθεν θεωρούμενον τὸ ΑΒ, στροφεῖς δὲ οἱ ἐκ τῶν θυρῶν καταβεβηκότες οἱ Γ, ∠. οὐκοῦν ἐάν τις ταῖς χερσὶν ἐπιστρέψῃ τοὺς στροφεῖς ἐφʼ ἑκάτερον μέρος, ἀνοίξει καὶ κλείσει τὰς θύρας. ἵνα οὖν τοῦτο διὰ τῆς σπάρτου γίνηται αὐτόματον, ἑλκομένης αὐτῆς ὑπὸ τῆς λείας ἐν τῇ σύριγγι οὔσης ἐπὶ τῆς ψάμμου, παρατίθημι τοῖς στροφεῦσιν ἄξονα πλάγιον ἀφεστῶτα μικρὸν τῶν στροφέων τὸν Ε Ζ. στρεφόμενον ἐντόρνως. ἐτρύπησα δὲ ἑκάτερον τῶν στροφέων καὶ λαβὼν σπάρτον ἐπείλησα διπλῆν καὶ ἐνέβαλον τήνδε ἀπλῆν εἰς τὸ τρύπημα καὶ ἐπίουρον μετὰ κόλλης ἐνέκρουσα καὶ ἀπέλαβον αὐτήν, ὥστε μηκέτι ἐκσπᾶσθαι, ἀλλὰ μένειν ἀραρότως. τοῦτο δὲ ποιήσας ἀποκατέστησα τὰς ἀρχὰς περὶ τὸν ἄξονα τὴν μὲν κατὰ τὸ Γ∠ ἄνωθεν τοῦ ἄξονος, τὴν δὲ κατὰ τὸ ΕΖ κάτωθεν. τρυπήσας ὁμοίως τὸν ἄξονα ἑκάστην ἀρχὴν ἀπέλαβον ἐπιούροις ἀραρότως τισὶν εὖ μάλα τὰς σπάρτους, τὴν κατὰ τὸ Ε καὶ τὸ Ζ. αἱ δὲ σπάρτοι ἐπιστρέψουσι τοὺς στροφεῖς καὶ ἀνοίξουσι τὰς θύρας. ὅταν δὲ πάλιν τὰ ἐναντία ἐπιστρέφω τὸν ἄξονα, καὶ μέντοι ἀνεθήσονται, . . . ὅθεν κλεισθήσονται αἱ θύραι. οὕτως οὖν ἀπὸ μιᾶς κινήσεως ἅμα ἀμφότεραι αἱ θύραι ὁτὲ μὲν κλεισθήσονται, ὁτὲ δὲ ἀνοιχθήσονται. ἵνα |οὖν διὰ τῆς λείας αὐτόματον τοῦτο γίνηται, ἐνέπηξα τύλους εἰς τὸν ἄξονα ἄνωθεν ἐφʼ ὧν τὰ H καὶ κάτωθεν ἐφʼ ὧν τὰ Θ, καὶ λαβὼν σπάρτον καὶ καταμετρησάμενος τὸ μῆκος πρὸς τὴν σύριγγα τὴν ἔχουσαν τὴν ψάμμον καὶ λείαν, ἐν ὁποίοις δἂν ᾖ διαστήμασιν, ἧψα ἀγκύλας. καὶ ἔστω σπάρτος μὲν ἡ Κ, ἀγκυλῖναι δὲ αἱ Λ. τὴν πρώτην οὖν ἀγκύλην τὴν ἀπὸ τοῦ Κ περιτίθημι περὶ τὸν τύλον τὸν πρῶτον τὸν ἀπὸ τοῦ Ε, ἐπὶ τὸ Η, τὴν δὲ ἐσομένην ἀγκύλην περὶ τὸν κάτω τύλον τὸν Θ καὶ οὕτως ἑξῆς πάσας προσκολλῶν αὐτὰς περὶ τὸν ΕΖ ἄξονα κηρῷ μετὰ ῥητίνης. ἔστι δὲ κεκαλυμμένον τοῦτο παρακόλλημα. καὶ τὰ παραχαλασμάτια αὐτῶν πρὸς τὸν ἄξονα προσκολλῶ, ἵνα μή τινα αὐτῶν ταραχθέντα δυσέργειαν παρέχηται. ὅταν οὖν ἡ ἀρχὴ τῆς σπάρτου, ἐφʼ ἧς ἐστι τὸ Κ, ἐκδεθεῖσα ἐκ τῆς λείας ἕλκηται πράως, ἀνοίξει καὶ κλείσει τὸν πίνακα χρόνους καὶ διαλείμματα διδοῦσα. |