Ancient Greek · ~10 min
ΗΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΕΡΙ ΑΥΤΟΜΑΤΟΠΟΙΗΤΙΚΗΣ.
Hero of Alexandria, De automatis 24
Not analysed yet
XXIV Ταῦτα μὲν οὖν οὕτως γίνεται. γινομένης δὲ τῆς πρώτης ἀνοίξεως ἡμῖν ἐστί, πῶς ἐν τῷ πίνακι φανῆναι ζῴδια τεκταίνοντα· περιεμφανίσαι δὲ ,τίνι τρόπῳ τὴν κίνησιν λαμβάνει. δεῖ οὖν τὰ μὲν ἄλλα πάντα μέρη τῶν ζῳδίων ἐν τῷ ἐδάφει τοῦ πίνακος γεγράφθαι διαθέσεις ἔχοντα πιθανωτάτας, τὰς δεξιὰς δὲ χεῖρας μὴ γεγραμμένας ἐν τῷ πίνακι, προσκεῖσθαι δὲ κερατίνας ἐξ ἐλαφρῶν κεράτων λεπτὰς εὖ μάλα κατειργασμένας, ἵνα προσπίπτωσι καὶ μηδὲν δῆλον ἀπόστημα ἔχωσι. δεῖ δὲ καὶ τὰ ἀρμένια, ἐν οἷς ἐργάζονται, κεράτινα εἶναι, προσκεῖσθαι δὲ ἐν ταῖς χερσὶ καὶ ἀπογεγράφθαι τὰς χεῖρας ὁμοχρόους τοῖς ἄλλοις σώμασι καὶ τὰ ἀρμένια, ὡς προσῆκόν ἐστιν. Ἔστω οὖν ἡ χεὶρ ἡ ΑΒ. ἐτρύπησα οὖν αὐτὴν κατὰ τὸν ὧμον καὶ ἐποίησα τὸ τρύπημα τετράγωνον, ὡς γέγραπται, καὶ λαβὼν κεράτινον ἐπίουρον ἐνήρμοσα εἰς μὲν τὸν ὧμον τετράγωνον ποιήσας καὶ ἐνεκόλλησα, τὸ δὲ λοιπὸν τοῦ ἐπιούρου στρογγύλον καὶ λεῖον καλῶς. τρυπήσας δὲ κατὰ τοῦ δεξιοῦ ὥμου ἐδίωσα τὸν ἐπίουρον καλῶς, ἕως οὗ προσκαθίσῃ τὸ χερίον εἰς τὸ ζῴδιον. ἐὰν οὖν καταλάβωμεν τοῖς δακτύλοις ἐκ τῶν ὄπισθεν μερῶν τοῦ πίνακος τὸ ὑπερέχον τοῦ ἐπιούρου στρέφοντες, κινηθήσεται τὸ χερίον. ὅπως οὖν ὑπὸ τῆς λείας αὐτόματον κινῆται, ποιῶ κανόνιον τὸ Γ∠ καὶ τρυπῶ κατὰ τὸ Θ καὶ τὸν ἐπίουρον τὸν ἐκ τῆς χειρὸς ὑπερέχοντα εἰς τὸ ὄπισθεν μέρος τοῦ πίνακος ἐναρμόζω εἰς τὸ τοῦ κανονίου τρύπημα ἀραρότως καὶ ἐγκολλῶ, ἵνα κινουμένου τοῦ κανονίου κινῆται |καὶ τὸ πρὸς τῷ ὤμῳ. τὸ δὲ κανόνιον τοῦτο καλεῖται ὑσπλήγγιον. εἰς τὸ ἓν οὖν μέρος τοῦ ὑσπληγγίου τρυπήσας ἐξέδησα σπάρτον καὶ ἐκρέμασα λείαν μολιβδίνην τὴν Ι καὶ ὑπέπηξα ἐπίουρον ὑπὸ τὸ ἄκρον τοῦ ὕσπληγγος, τὸ Ζ, ἵνα ἐπαναπαύηται τοῦ ὑσπληγγίου τὸ ἄκρον. οὐκοῦν ἐὰν τῷ δακτύλῳ κάτω βαρήσωμεν τὸ ὑσπλήγγιον κατὰ τὸ Γ μέρος, μετεωρισθήσεται τὸ ∠μέρος σὺν τῇ λείᾳ· ἐὰν δὲ ἀφῶμεν, καταπεσεῖται ἐπὶ τὸν ἐπίουρον ἐπισπωμένης τῆς λείας καὶ ψόφον ποιήσει. ἐπιδώσει δὲ καὶ τῇ χειρὶ τὴν κίνησιν ἐν τῷ ἔμπροσθεν μέρει τοῦ πίνακος. ἵνα οὖν πυκνῶς καὶ αὐτομάτως κινῆται, παρατίθημι τὸν ἀστερίσκον στρεφόμενον περὶ ἐπίουρον ἐμπεπηγότα τῷ ἐδάφει τοῦ πίνακος ἀραρότως. ἕξει δὲ ὁ ἀστερίσκος προσόντα αὑτῷ προσφυῆ τροχίλον τὸν Η, περὶ ὃν ἡ σπάρτος περιειληθεῖσα πολλάκις ἀποδοθήσεται τῇ λείᾳ, ἵνα ἐπισπωμένη ἡ λεία κατὰ μικρὸν ἐπιστρέφῃ τὸν ἀστερίσκον καὶ ὁ ἀστερίσκος ταῖς στροφαῖς τὸν ὕσπληγγα κρούῃ πυκνά. τὸ δὲ ἔσχατον μέρος τῆς σπάρτου ἀγκυλωθὲν περὶ τὸν τύλον περιτίθεται ἐφʼ οὗ τὸ Η. ὅταν μηκέτι τὴν χεῖρα κινεῖσθαι, ἀποσχασθεῖσα ἀπὸ τοῦ τύλου περιγνοίη.