Ancient Greek
II. Fragmenta de mensuris cubicis. (Vide prol. § 38. 39.), 21. Tertium eiusdem generis problema.
Hero of Alexandria, Fragmenta Heroniana 1-14
Not analysed yet
Ἄλλου πίθου ἡ κάτω διάμετροϲ ποδῶν β΄ ??,ἡ δὲ ἄνω ποδῶν γ΄, τὸ δὲ βάθοϲ ἔχει πόδαϲ ϛ΄. εὑρεῖν πόϲουϲ ἀμφορέαϲ χωρεῖ· ποίει οὕτωϲ· ϲύνθεϲ τὰϲ δύο διαμέτρουϲ· γίνονται πόδεϲ ε′ ϛ ὧν τὸ ϛ γίνονται β΄ ϛ δ″· ταῦτα ἐφ’ ἑαυτὰ γίνονται πόδεϲ ζ΄ ϛ ιϛ″· ταῦτα ἐπὶ τὸ βάθοϲ, ἐπὶ τοὺϲ ϛ΄ πόδαϲ, γίνονται με΄δ″ η″· ταῦτα ἑνδεκάκιϲ γίνονται υU+A7FCθ΄ η″· ἄρτι μερίζω· ὧν ιδ γίνονται πόδεϲ λε΄ ϛ ζ″ ριβ″· τοϲούτουϲ ἀμφορίϲκουϲ χωρήϲει. ὁ δὲ ἀμφορίϲκοϲ ἔχει πόδα α′ ϲτερεόν. χωρεῖ δὲ ὁ ϲτερεὸϲ ποὺϲ ξέϲταϲ Ἰταλικοὺϲ ἀριθμῷ μή· γίνονται μόδιοι γ΄. ἕκαϲτοϲ μόδιοϲ ἐκ ξεϲτῶν Ἰταλικῶν ἀριθμῷ ιϛ΄.