Ancient Greek
II. Fragmenta de mensuris cubicis. (Vide prol. § 38. 39.), 22. Mensura navis ex Heronis libro Περὶ μέτρων. Μέτρηϲιϲ πλοίου.
Hero of Alexandria, Fragmenta Heroniana 1-15
Not analysed yet
Πλοῖον μετρήϲωμεν οὕτωϲ· ἔϲτω πλοῖον ἔχον τὸ μῆκοϲ πηχῶν μ΄, πλάτοϲ πηχῶν ιβ΄, τὸ δὲ βάθοϲ πηχῶν δ΄· εὑρεῖν πόϲων μοδίωνἐϲτὶ τὸ πλοῖον· ποίει οὕτωϲ· πολυπλαϲίαϲον τὸ μῆκοϲ ἐπὶ τὸ πλάτοϲ γίνονται πήχειϲ υπ΄· τούτουϲ πολυπλαϲίαϲον δεκάκιϲ· καὶ τὰ γινόμενα πάλιν πολλαπλαϲίαϲον ἐπὶ τοὺϲ δ′ πήχειϲ τοῦ βάθουϲ· καὶ εὑρήϲειϲ χωροῦν τὸ πλοῖον είτου μοδίουϲ α ,θϲ′ Ἰταλικούϲ. ἐὰν δέ τιϲ εἰϲ καϲτρηϲίουϲ εἴπῃ μοδίουϲ, ἀνάλυϲον τοὺϲ μοδίουϲ εἰϲ ξέϲταϲ, καὶ ψήφιϲον τὸν μόδιον τοῦ ϲίτου κατὰ δ΄ ξέϲταϲ· γίνονται ϲίτου μόδιοι μυριάδεϲ β′ ,ατκ΄. ὁ ποὺϲ δέχεται μοδίουϲ β΄.