Ancient Greek
II. Fragmenta de mensuris cubicis. (Vide prol. § 38. 39.), 24. Mensura fossae ex eodem libro.
Hero of Alexandria, Fragmenta Heroniana 1-17
Not analysed yet
Μέτρηϲιϲ κολύμβου. Κόλυμβον μετρήϲωμεν οὕτωϲ· ἔϲτω κόλυμβοϲ ἔχων μῆκοϲ ποδῶν μ΄, τὸ δὲ πλάτοϲ ποδῶν κ΄, τὸ δὲ βάθοϲ ποδῶν δ′· εὑρεῖν πόϲουϲ μετρητὰϲ χωρεῖ ὁ κόλυμβοϲ· ποίει οὕτωϲ· πολυπλαϲίαϲον τὸ μῆκοϲ ἐπὶ τὸ πλάτοϲ· γίνονται πόδεϲ ω′· τούτουϲ πολυπλαϲίαϲον ἐπὶ τὸ βάθοϲ· γίνονται πόδεϲ γϲ′· λέγε ὅτι τοϲούτουϲ μετρητὰϲ δέχεται. ὁ δὲ μετρητὴϲ χωρεῖ χόαϲ η΄· ὁ δὲ χοῦϲ χωρεῖ ξέϲταϲ θ΄.