Ancient Greek
II. Fragmenta de mensuris cubicis. (Vide prol. § 38. 39.), 23. Simile problema ex eodem libro.
Hero of Alexandria, Fragmenta Heroniana 1-16
Not analysed yet
Ἑτέρα μέτρηϲιϲ πλοίου. Πλοῖον μετρήϲωμεν οὕτωϲ· ἐὰν ἔχῃ πήχειϲ μ΄ τὸ μῆκοϲ, ἡ δὲ διάμετροϲ τῆϲ πρώραϲ πήχειϲ ϛ΄, τῆϲ πρύμνηϲ πήχειϲ ϛ΄, κοιλίαϲ πήχειϲ η΄, ὕψοϲ πηχῶν δ΄· πολυπλαϲίαϲον τὴν πρώραν ἐπὶ τοὺϲ τὴϲ πρύμνηϲ· γίνονται λϛ΄· ϲύνθεϲ τοὺϲ ϛ΄καὶ τοὺϲ η΄· γίνονται ιδ′ ὧν τὸ ἥμιϲυ γίνεται ζ΄· τούτουϲ ἐπὶ τὸ βάθοϲ γίνοντα πήχειϲ κη′ τούτουϲ ἐπὶ τὸ μῆκοϲ γίνονται. πήχειϲ αρκ΄. ὁ πῆχυϲ χωρεῖ ἀρτάβαϲ γ΄· γίνονται. ἀρτάβαι γτξ΄. ἔχει ἡ ἀρτάβα μοδίουϲ β΄. ὁ πῆχυϲ χωρεῖ μοδίουϲ ι΄, Ἰταλικοὺϲ μοδίουϲ ιγ΄ ??.