Ancient Greek
Chapter 48
Hero of Alexandria, Liber geeponicus [Sp.] 48
Not analysed yet
Ἔστω τετράγωνον ἑτερόμηκες ἤτοι παραλληλόγραμμον, οὗ τὸ μῆκος ποδῶν ν´, τὸ δὲ πλάτος ποδῶν λ´· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδὸν καὶ τὴν διαγώνιον· ποιῶ οὕτως· τὸ μῆκος ἐπὶ τὸ πλάτος γίνονται πόδες ,αφ´· ἔσται τὸ ἐμβαδὸν ,αφ´ ποδῶν. τὴν δὲ διαγώνιον εὑρεῖν· τὸ μῆκος ἐφ᾿ ἑαυτὸ γίνονται πόδες ,βφ´· καὶ τὸ πλάτος ἐφ᾿ ἑαυτὸ γίνονται πόδες Ϡ´· ὁμοῦ γίνονται πόδες ,γυ´· ὧν πλευρὰ τετραγωνική πόδες νη´ γ˝· τοσούτου ἐστὶν ἡ διαγώνιος .