Ancient Greek
Chapter 49
Hero of Alexandria, Liber geeponicus [Sp.] 49
Not analysed yet
Ἔστω τετράγωνον παραλληλόγραμμον μὴ ὂν ὀρθογώνιον, οὗ τὸ μεῖζον μῆκος ποδῶν λβ´, καὶ ἡ ἄλλη ποδῶν λ´· ὁμοῦ γίνονται πόδες ξβ´· ὧν τὸ ἥμισυ γίνονται λα´. καὶ τὸ πλάτος ποδῶν ιη´, καὶ τὸ ἄλλο ποδῶν ιϚ´· ὁμοῦ γίνονται λδ´· ὧν τὸ Ϲ ιζ´· ταῦτα πολυπλασιάζω ἐπὶ τὰ λα´· γίνονται πόδες φκζ´.