Ancient Greek
Chapter 55
Hero of Alexandria, Liber geeponicus [Sp.] 55
Not analysed yet
Ἔστω τρίγωνον ὀξυγώνιον, οὗ τὸ μικρότερον σκέλος ποδῶν ιγ´, καὶ τὸ μεῖζον ποδῶν ιε´, καὶ ἡ βάσις ποδῶν ιδ´, καὶ ἐπιγεγράφθω κύκλος· εὑρεῖν αὐτοῦ τὴν διάμετρον· ποιῶ οὕτως· φανερὸν ὅτι τὸ ἐμβαδὸν τοῦ τριγώνου ἐστὶ ποδῶν πδ´· ταῦτα ἐπὶ τὰ δ´ γίνονται πόδες τλϚ´· ἄρτι σύνθες τὰς τρεῖς πλευρὰς τοῦ τριγώνου· γίνονται πόδες μβ´· τὰ τλϚ´ εἰς τὰ μβ´ γίνονται πόδες η´· ἔσται ἡ διάμετρος τοῦ κύκλου ποδῶν ν´.