Ancient Greek
Chapter 56
Hero of Alexandria, Liber geeponicus [Sp.] 56
Not analysed yet
Ἔστω τρίγωνον ὀξυγώνιον, οὗ τὸ μικρότερον σκέλος ποδῶν ιγ´, καὶ τὸ μεῖζον ποδῶν ιε´, καὶ ἡ βάσις ποδῶν ιδ´, καὶ περιγεγράφθω κύκλος· εὑρεῖν αὐτοῦ τὴν διάμετρον· ποιῶ οὕτως· τὸ μικρότερον σκέλος ἐπὶ τὸ μεῖζον, τὰ ιγ´ ἐπὶ τὰ ιε´, γίνονται πόδες ρϥε´· εἰς ιβ˝ γίνονται πόδες ιϚ´ δ˝· τοσούτων ἔσται ἡ διάμετρος τοῦ κύκλου.