Ancient Greek
ΗΡΩΝΟΣ ΜΕΤΡΙΚΩΝ Α
Hero of Alexandria, Metrica 10
Not analysed yet
ι. Ἔστω τραπέζιον ὀρθογώνιον τὸ ΑΒΓ∠ ὀρθὰς ἔχον τὰς πρὸς τοῖς Α, Β γωνίας, καὶ ἔστω ἡ |μὲν Α∠ μονάδων ϛ, ἡ δὲ ΒΓ ια, ἡ δὲ ΑΒ μονάδων ιβ· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδὸν καὶ ἔτι τὴν Γ∠. τετμήσθω δίχα ἡ Γ∠ κατὰ τὸ Ε, καὶ τῇ ΑΒ παράλληλος ἤχθω διὰ τοῦ Ε ἡ ΖΕΗ, καὶ ἐκβεβλήσθω ἡ Α∠ ἐπὶ τὸ Ζ. ἐπεὶ ἴση ἐστὶν ἡ ∠Ε τῇ ΕΓ, ἴση ἄρα καὶ ἡ ∠Ζ τῇ ΗΓ. κοιναὶ προσκείσθωσαν αἱ Α∠ ΒΗ· συναμφότερος συναμφότερος ἄρα ἡ ΑΖ ΒΗ συναμφοτέρῳ τῇ Α∠ ΒΓ ἴση ἐστίν. δοθεῖσα δέ ἐστιν συναμφότερος ἡ Α∠ ΒΓ. ἐπεὶ καὶ ἑκατέρα αὐτῶν· δοθεῖσα ἄρα καὶ συναμφότερος ἡ ΑΖ ΒΗ, τουτέστι δύο αἱ ΒΗ καὶ ἡ ΒΗ ἄρα ἐστὶ δοθεῖσα. ἀλλὰ καὶ ἡ ΑΒ· δοθὲν ἄρα τὸ ΑΒΖΗ παραλληλόγραμμον. καὶ ἐπεὶ ἴσον ἐστὶ τὸ ∠Ε τρίγωνον τῷ ΕΗΓ, κοινὸν προσκείσθω τὸ ΑΒΗΕ∠ πεντάπλευρον· ὅλον ἄρα τὸ ΑΒΖΗ παραλληλόγραμμον ὅλῳ τῷ ΑΒΓ∠ τραπεζίῳ ἴσον ἐστι. δοθὲν δὲ ἐδείχθη τὸ ΑΒΖΗ παραλληλόγραμμον· δοθὲν ἄρα καὶ τὸ ΑΒΓ∠ ἡ δὲ Γ∠ εὑρεθήσεται οὕτως· ἤχθω κάθετος ἡ ∠Θ. ἐπεὶ οὖν δοθεῖσά ἐστιν ἡ Α∠, δοθεῖσα ἄρα καὶ ἡ ΒΘ. ἀλλὰ καὶ ἡ ΒΓ· καὶ λοιπὴ ἄρα ἡ ΓΘ δοθεῖσά ἐστιν. ἀλλὰ καὶ ἡ ∠Θ· ἴση γάρ ἐστι τῇ ΑΒ· καὶ ὀρθή ἐστιν ἡ πρὸς τῷ Θ γωνία· δοθεῖσα ἄρα καὶ ἡ Γ∠. συντεθήσεται δὲ ἀκολούθως τῇ ἀναλύσει οὕτως· σύνθες τὰ ϛ καὶ τὰ ια· γίγνεται ιζ. τούτων τὸ ἥμισυ· γίγνεται ηU+2220. ταῦτα ἐπὶ τὰ ιβ· γίγνεται ρβ· τοσούτου ἄρα τὸ ἐμβαδόν. ἡ δὲ ∠Γ οὕτως· ὕφελε ἀπὸ τῶν ια τὰ ϛ· καὶ γίγνεται λοιπὰ ε. ταῦτα ἐφʼ ἑαυτὰ· γίγνεται κε· καὶ τὰ ιβ ἐφʼ ἑαυτὰ· γίγνεται ρμδ. πρόσθες τὰ κε· γίγνεται ρξθ. τούτων πλευρὰ γίγνεται ιγ· τοσούτων ἔσται ἡ ∠Γ.