Ancient Greek
ΗΡΩΝΟΣ ΜΕΤΡΙΚΩΝ Α
Hero of Alexandria, Metrica 33
Not analysed yet
λγ. |Ἐὰν δὲ δέῃ τμῆμα μετρῆσαι μεῖζον ἡμικυκλίου, μετρήσομεν οὕτως. ἔστω τμῆμα κύκλου τὸ ΑΒΓ, οὗ ἡ μὲν ΑΓ βάσις ἔστω μονάδων ιδ, ἡ δὲ Β∠ κάθετος μονάδων ιδ. προσαναπεπληρώσθω ὁ κύκλος καὶ ἐκβεβλήσθω ἡ Β∠ ἐπὶ τὸ Ε. ἐπεὶ τὸ ἀπὸ τῆς Α∠ ἴσον ἐστὶ τῷ ὑπὸ τῶν Β∠Ε, τὸ δὲ ἀπὸ τῆς Α∠ μονάδων ἐστὶ μθ, ἔσται ἄρα καὶ τὸ ὑπὸ τῶν Β∠Ε μονάδων μθ. καὶ ἔστιν ἡ Β∠ μονάδων ιδ ἡ ἄρα ∠Ε ἔσται μονάδων γU+2220· ἔστιν δὲ καὶ ἡ ΑΓ μονάδων ιδ· τοῦ ἄρα ΑΕΓ τμήματος, ὅ ἐστιν ἔλασσον ἡμικυκλίου, τὸ ἐμβαδὸν ἔσται μονάδων, ὡς ἐμάθομεν, λδ η΄. καὶ ἐπεὶ ἡ μὲν Β∠ ἐστὶ μονάδων ιδ, ἡ δὲ ∠Ε γU+2220, ἡ ἄρα ΒΕ διάμετρος ἔσται μονάδων ιζU+2220· τοῦ ἄρα κύκλου τὸ ἐμβαδὸν ὡς ἐμάθομεν ἔσται σμU+2220η΄. ὧν τὸ τοῦ ΑΕΓ τμήματος ἐμβαδόν ἐστι μονάδων λδη΄. λοιπὸν ἄρα τὸ τοῦ ΑΒΓ τμήματος ἐμβαδὸν ἔσται μονάδων σϛU+2220.