Ancient Greek · ~2 min
Ι. ΕΙΣΑΓΩΓΑΙ ΤΩΝ ΣΤΕΡΕΟΜΕΤΡΟΥΜΕΝΩΝ ΗΡΩΟΣ., Chapter 86
Hero of Alexandria, Stereometrica 86
Not analysed yet
τὂ ἐξεχίγωνον ἐὰν ἔχῃ διαμέτρου πόδας ῑ, μήκους πόδας ῑ, καθέτου πόδας ε, πόσου τὸ στερεὸν τῆς ὑφαιρέσεως; ποιῶ οὕτως· τὸ μῆκος ἐπὶ τὸ πλάτος· γίνονται ρ. ταῦτα ἐπὶ τὴν κάθετον· γίνονται φ. ταῦτα ἐννεακαιδεκάκις· γίνονται ,θφ· ὧν τὸ κα γίνονται πόδες υωβ γ΄ κα´. τοσούτου ἔσται τὸ στερεὸν τῆς ὑφαιρέσεως. Καὶ πόσου ἡ ἐπιφάνεια; ποίει οὕτως· τῆς διαμέτρου τὰ ῑ ἐφ᾿ ἑαυτά· γίνονται ρ. ταῦτα ἑνδεκάκις· γίνονται ,αρ· ὧν κη´ γίνονται πόδες λθ δ´ κη´· ταῦτα ἐπὶ τὰ ῑ τοῦ μήκους· γίνονται πόδες τ𝔮β U+2220´ δ´ η´. τοσούτου ἔσται ἡ ἐπιφάνεια.