Ancient Greek · ~2 min
Ι. ΕΙΣΑΓΩΓΑΙ ΤΩΝ ΣΤΕΡΕΟΜΕΤΡΟΥΜΕΝΩΝ ΗΡΩΟΣ., Chapter 87
Hero of Alexandria, Stereometrica 87
Not analysed yet
Καὶ ἐὰν ἔχῃ τὸ αὐτὸ ἐξεχίγωνον διαμέτρου πόδας ῑ, μήκους ιε, καθέτου πόδας ε, ποίει οὕτως· τὰ ῑ ἐπὶ τὰ ιε· γίνονται ρν. ταῦτα ἐπὶ τὰ ε τῆς καθέτου· γίνονται ψν. ταῦτα ἐννεακαιδεκάκις· γίνονται α ,δσν· ὧν κα´ γίνονται πόδες χοη U+2220´ ιδ´. τοσούτου τὸ στερεὸν τῆς ὑφαιρέσεως. Καὶ πόσου ἡ ἐπιφάνεια; οὕτως· τῆς διαμέτρου τὰ ι ἐφ᾿ ἑαυτά· γίνονται ρ. ταῦτα ἑνδεκάις· γίνονται ,αρ ὧν κη´ γίνονται λθ δ´ κη´. ταῦτα ἐπὶ τὰ ιε τοῦ μήκους· γίνονται πόδες φπθ. τοσούτων ποδῶν ἔστω ἡ ἐπιφάνεια.