Ancient Greek · ~5 min
ΗΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΝΕΥΜΑΤΙΚΩΝ
Hero of Alexandria, Πνευματικά ΧΧΧV.
Not analysed yet
Ἀγγείου ὄντος καὶ κρουνὸν παρὰ τὸν πυθμένα ἀνεῳγότα ἔχοντος καὶ ἐγχεομένου εἰς αὐτὸ ὑγροῦ, ὁτὲ μὲν κατʼ ἀρχὰς ῥεύσει ὁ κρουνός, ὁτὲ δὲ κατὰ τὸ ἥμισυ, ὁτὲ δὲ καὶ ὅλου πληρωθέντος. ἢ καὶ καθόλου, ὁπόσου ἂν ἐμβληθέντος τοῦ ὑγροῦ ῥεύσει ὁ κρουνός, καὶ πᾶν κενώσει τὸ ἐμβληθὲν ὑγρόν. Ἔστω τι ἀγγεῖον τὸ ΑΒ διαπεφραγμένον τὸν τράχηλον. διὰ δὲ τοῦ διαφράγματος |καθείσθω σωλὴν ὁ Γ∠ συνεστεγνωμένος τῷ διαφράγματι, ἀπέχων δὲ τοῦ πυθμένος ὅσον ὕδατι διάρρυσιν. ἔστω δὲ καὶ καμπύλος σίφων ὁ ΕΖΗ, οὗ τὸ μὲν ἐντὸς σκέλος ἀπεχέτω ἀπὸ τοῦ πυθμένος ὅσον ὕδατι διάρρυσιν, τὸ δὲ ἕτερον εἰς τὸ ἐκτὸς ἀποδοθὲν εἰς κρουνὸν διεσκευάσθω. ἡ δὲ κυρτότης τοῦ διαβήτου παρʼ αὐτὸν ἔστω τὸν τράχηλον τοῦ ἀγγείου. ἐχέτω δὲ καὶ διαύγιον τὸ ΑΒ ἀγγεῖον παρὰ τὸ διάέφραγμα, τὸ Θ φέρον εἰς τὸ κύτος. ἐὰν οὖν βουλώμεθα κατʼ ἀρχὰς ἐγχεομένου τοῦ ὑγροῦ ῥέειν τὸν κρουνόν, καταληψόμεθα τῷ δακτύλῳ τὸ Θ διαύγιον, καὶ ῥεύσει ὁ κρουνός. μὴ γὰρ ἔχοντος τοῦ ἐν τῷ ἀγγείῳ ἀέρος ἀντιπερίστασιν, τὸ ὑγρὸν ὁρμήσει διὰ τοῦ καμπύλου σίφωνος εἰς τὸ ἐκτὸς μέρος. ἐὰν δὲ μὴ καταλαβώμεθα τὸ διαύγιον, χωρήσει τὸ ὑγρὸν εἰς τὸ κύτος, καὶ οὐ μὴ ῥεύσει ὁ κρουνός, ἄχρις ἂν πάλιν καταλαβώμεθα τὸ διαύγιον. μετὰ δὲ ταῦτα ἀνεθέντος τοῦ διαυγίου ὁ διαβήτης ἅπαν κενώσει τὸ ὑγρόν.