Ancient Greek · ~5 min
ΗΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΝΕΥΜΑΤΙΚΩΝ
Hero of Alexandria, Πνευματικά ΧΧΧVI.
Not analysed yet
Κατασκευάζεται δὲ καὶ ἀγγεῖον, ὃ ἐφʼ ὅσον μὲν ἐπιχέεις τὸ ὑγρὸν δέχεται, ἐὰν δὲ διαλίπτῃς, οὐκέτι δέχεται. γίνεται δὲ τὸν τρόπον τοῦτον. Ἔστω τὸ ἀγγεῖον τὸ ΑΒ διαπεφραγμένον τὸν τράχηλον τῷ Γ∠ διαφράγματι. διὰ δὲ τοῦ διαφράγματος καθείσθω σωλὴν ὁ ΕΖ ἀπέχων μὲν ἀπὸ τοῦ πυθμένος βραχύ, ὑπερέχων δὲ τοῦ διαφράγματος, ὥστε μικρὸν ἀπέχειν τοῦ χείλους τοῦ ἀγγείου. περὶ δὲ τοῦτον περικείσθω ἕτερος ὁ ΗΘ ἀπέχων ἀπὸ τοῦ διαφράγματος ὅσον ὕδατι διάρρυσιν καὶ ἀπὸ τοῦ ΕΖ σωλῆνος. ἐπιπεφράχθω δὲ ὁ ΗΘ σωλὴν τὸ ἄνω μέρος λεπιδίῳ. ἐχέτω δὲ τὸ ἀγγεῖον καὶ διαύγιον |τὸ Κ φέρον εἰς τὸ κύτος. ὅταν οὖν ἐγχέωμεν τὸ ὑγρὸν διὰ τοῦ τραχήλου, συμβήσεται χωρεῖν αὐτὸ διά τε τοῦ ΗΘ σωλῆνος καὶ διὰ τοῦ Κ εἰς τὸ κύτος, τοῦ ἀέρος ἐκχωροῦντος διὰ τοῦ Κ διαυγίου. ἐὰν οὖν διαλίπωμεν καὶ κενωθῇ ὁ τοῦ ἀγγείου τράχηλος, ὁ ἀὴρ διαστήσει τὴν συνεχειαν, ὥστε τὸ ἐνὸν ἐν τᾷ ΗΘ σωλῆνι ὑγρὸν καταρραγὲν πεσεῖται ἐπὶ τὸ διάφραγμα. ἔστω γὰρ τὸ εὗρος τὸ περὶ τὸν ΗΘ σωλῆνα μέγα, ὥστε τῷ βάρει καταπεσεῖται τὸ ὑγρόν. ἐπεγχυθέντος δὲ ἑτέρου ὑγροῦ ὁ ἐναποληφθεὶς ἐν τῷ ΕΖ σωλῆνι ἀὴρ καὶ ἐν τῷ ΗΘ οὐκ ἐάσει παρεισελθεῖν τὸ ὑγρόν, ἀλλʼ ὑπὲρ τὸ χεῖλος τοῦ ἀγγείου ὑπερχυθήσεται.