Ancient Greek · ~5 min
ΗΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΝΕΥΜΑΤΙΚΩΝ
Hero of Alexandria, Πνευματικά XII.
Not analysed yet
Ἐπί τινων βωμῶν πυρὸς θυμιαθέντος τὰ παρακείμενα ζῴδια σπένδειν· κατασκευάζεται δὲ οὕτως. Ἔστω βάσις, ἐφʼ ἧς ἕστηκε τὰ ζῴδια, ἡ ΑΒΓ∠, ἐφʼ ἧς ἐφεστάτω βωμὸς ὁ ΕΖ στεγνὸς πανταχόθεν· καὶ αὐτὴ δὲ ἡ βάσις στεγνὴ ἔστω συντετρημένη τῷ βωμῷ κατὰ τὸ Η· διὰ δὲ τῆς βάσεως σωλὴν διώσθω ὁ ΘΚΛ ἀπέχων μὲν ἀπὸ τοῦ πυθμένος τῆς βάσεως βραχὺ κατὰ τὸ Λ, συντετρημένος δὲ τῷ φιαλίῳ, ὃ κατέχει τὸ ζῴδιον κατὰ τὸ Θ· ἐγκεχύσθω δὲ εἰς τὴν βάσιν διά τινος τρυπήματος τοῦ Μ ὑγρόν, ὃ μετὰ τὴν ἔγχυσιν ἀπεστεγνώσθω. ἐὰν οὖν ἐπὶ τοῦ ΕΖΗ βωμοῦ πῦρ ἀνακαυθῇ, συμβήσεται τὸν ἐντὸς ἀέρα λεπτυνόμενον οἴχεσθαι εἰς τὴν βάσιν καὶ ἐκθλίβειν τὸ ἐν αὐτῇ ὑγρόν· τοῦτο δὲ μὴ ἔχον ἄλλην ἀντιπερίστασιν χωρήσει διὰ τοῦ Θ Κ Λ σωλῆνος εἰς τὸ φιαλίδιον. καὶ οὕτως τὸ ζῴδιον σπείσει καὶ ἐπὶ τοσοῦτον, ἐφʼ ὅσον καὶ τὸ πῦρ ἐπίκειται· σβεσθέντος δὲ τοῦ πυρὸς πάλιν παύεται σπένδον. |καὶ τοῦτο ἔσται, ὁσάκις ἂν τὸ πῦρ ἀνακαίηται. Ἔστω δὲ ὁ σωλήν, διʼ οὗ ἡ θερμασία μέλλει εἰσέρχεσθαι, εὐρύτερος κατὰ τὸ μέσον· ἀναγκαῖον γὰρ τὴν θερμασίαν ἢ μᾶλλον τὸν ἀπὸ ταύτης ἀτμὸν εἰς εὐρυτέραν χωρισθέντα χώραν πλείονα γίγνεσθαι καὶ πλεῖον δύνασθαι ἐνεργεῖν.