Ancient Greek
ΗΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΝΕΥΜΑΤΙΚΩΝ
Hero of Alexandria, Πνευματικά XIII.
Not analysed yet
Ἔνια τῶν ἀγγείων, ἐὰν μὴ πληρωθῇ, οὐ ῥέει· πληρωθέντων δὲ κενοῦται πᾶν ὃ ἔχει ὑγρόν· κατασκευάζεται δὲ οὕτως. Ἔστω ἀγγεῖον τὸ ΑΒΓ∠ ἀνεστομωμένον· διὰ δὲ τοῦ πυθμένος διώσθω ἤτοι πνικτὸς διαβήτης ὁ ΕΖΗΘ ἢ καμπύλος σίφων ὁ ΗΘΚ. συμβήσεται οὖν πληρωθέντος τοῦ ΑΒΓ∠ ἀγγείου καὶ ὑπερβλύσαντος τοῦ ὕδατος φέρεσθαι διʼ αὐτῶν τῶν διαβητῶν καὶ πάλιν. ἐκρεῖν, ἄχρις ἂν κενωθῇ τὸ ΑΒΓ∠ ἀγγεῖον, ἐάνπερ οἱ διαβῆται τὰς ἀρχὰς ἔχωσιν ἔγγιστα τοῦ πυθμένος τοῦ ἀγγείου, ὥστε μόνον ὕδατι διάρρυσιν ὑπάρχειν.