Ancient Greek · ~6 min
ΗΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΝΕΥΜΑΤΙΚΩΝ
Hero of Alexandria, Πνευματικά XXII.
Not analysed yet
Εἰς ἀγγεῖον πολλῶν γενῶν ἐμβληθέντων ὑγροῦ διὰ τοῦ αὐτοῦ στομίου, ἰδίᾳ ἕκαστον ἀπορρέειν διὰ τοῦ αὐτοῦ κρουνοῦ, ὡς ἂν προαιρώμεθα. Ἔστω τι ἀγγεῖον τὸ ΑΒ διαπεφραγμένον τὸν τράχηλον τῷ Γ∠ διαφράγματι. ἐχέτω δὲ διαφράγματα ὄρθια καὶ ἀνατείνοντα μέχρι τοῦ διαφράγματος, ποιοῦντα χώρας τοσαύτας, ὅσα βουλόμεθα ἐμβαλεῖν ὑγρά. ἔστω δὲ ἐπὶ τοῦ παρόντος δύο. |καὶ ἔστω διάφραγμα τὸ ΖΕ· ἐν δὲ τῷ Γ∠ διαφράγματι τρυπήματα ἔστω λεπτὰ καθάπερ ἠθμοειδῆ, φέροντα εἰς ἑκατέραν χώραν· ὑπὸ δὲ τὸ διάφραγμα διαύγια ἔστω τὰ Η, Θ φέροντα εἰς τὰς χώρας· ἐκ δὲ τοῦ πυθμένος σωληνάρια ἔστω τὰ Κ, Λ συντετρημένα ταῖς χώραις καὶ φέροντα εἰς ἕνα κρουνίσκον κοινὸν τὸν Μ. ἐὰν οὖν καταλαβόμενοι τὰ Η, Θ διαύγια καὶ τὸν M κρουνὸν ἐγχέωμεν διὰ τοῦ στόματος ἕν τῶν ὑγρῶν, εἰς οὐδεμίαν χώραν εἰσελεύσεται διὰ τὸ τὸν ἐν αὐταῖς ἀέρα μὴ ἔχειν ἔξοδον. ἐὰν δὲ ἀνῶμεν ἓν τῶν διαυγίων, εἰς ἐκείνην ἐνεχθήσεται τὴν χώραν τὸ ὑγρόν, ἧς ἐστι καὶ τὸ διαύγιον. εἶτα πάλιν καταληφθέντος τοῦ διαυγίου ὅταν ἕτερον ὑγρὸν ἐγχέωμεν καὶ ἀνῶμεν τὸ ἕτερον διαύγιον, πάλιν εἰς τὴν ἑτέραν χώραν ἐνεχθήσεται τὸ ὑγρόν. καταλαβόμενοι οὖν τὰ διαύγια πάντα σὺν τοῖς ἠθμοῖς, ὅταν ἀνῶμεν τὸν Μ κρουνόν, οὐ μὴ ῥεύσῃ, ἐὰν μὴ ἓν τῶν διαυγίων ἀνεθῇ. καὶ τότε τοῦ ἀέρος παρείσδυσιν ἐσχηκότος ῥυήσεται τὸ ἐν ἐκείνῃ τῇ χώρᾳ ὑγρόν· καταληφθέντος δὲ τοῦ διαυγίου καὶ τοῦ ἑτέρου ἀνεθέντος τὸ αὐτὸ συμβήσεται.