Ancient Greek
ΗΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΝΕΥΜΑΤΙΚΩΝ
Hero of Alexandria, Πνευματικά XXIII.
Not analysed yet
Δύο ἀγγείων ὄντων ἐπί τινος βάσεως καὶ τοῦ μὲν ἑνὸς πλήρους ὄντος οἴνου, τοῦ δὲ ἑτέρου ὑπάρχοντος κενοῦ, ὅσον ἐὰν εἰς τὸ κενὸν ἀγγεῖον ὕδωρ ἐγχέωμεν, τοσοῦτος ὁ οἶνος ἐκ τοῦ ἑτέρου ῥυήσεται· κατασκευάζεται δὲ οὕτως. Ἔστω ἐπί τινος βάσεως τῆς ΑΒ δύο ἀγγεῖα τὰ Γ∠, ΕΖ διαπεφραγμένα τὰ στόμια τοῖς ΗΘ, ΚΛ διαφράγμασι. φράγμασι. σωλὴν δὲ ὁ ΜΝΞΟ διὰ τῆς βάσεως |διώσθω καὶ ἀνακεκάμφθω εἰς τὰ ἀγγεῖα ἀπέχων ἀπὸ τῶν διαφραγμάτων βραχὺ κατὰ τὰ Μ, Ο. καὶ ἐν μὲν τῷ ΕΖ καμπύλος σίφων ἔστω ὁ ΠΡΣ τὴν κυρτότητα ἔχων πρὸς τῷ στόματι τοῦ ἀγγείου· τὸ δὲ ἕτερον σκέλος αὐτοῦ ἐκτὸς φερέτω εἰς κρουνὸν διεσκευασμένον. διὰ δὲ τοῦ ΗΘ διαφράγματος καθείσθω χώνη ἡ ΤΥ, ἧς ὁ καυλὸς συνεστεγνώσθω τῷ διαφράγματι καὶ ἀπεχέτω ἀπὸ τοῦ πυθμένος βραχύ. ἐγκεχύσθω δὲ διά τινος τρυπήματος τοῦ εἰς τὸ ΕΖ ἀγγεῖον οἶνος, ὃ μετὰ τὴν ἔγχυσιν πάλιν ἀπεστεγνώσθω. ἐὰν οὖν ἐγχέωμεν διὰ τῆς χώνης ὕδωρ εἰς τὸ Γ∠ ἀγγεῖον, συμβήσεται τὸν ἐν αὐτῷ ἀέρα ἐκθλιβόμενον χωρεῖν εἰς τὸ ΖΕ ἀγγεῖον διὰ τοῦ ΜΝΞΟ σωλῆνος· ὁ δὲ μεταχωρῶν ἐκθλίψει τὸν ἐν τῷ Ε Ζ ἀγγείῳ οἶνον· καὶ τοῦτο ἔσται, ὁσάκις ἐὰν ὕδωρ ἐγχέωμεν. καὶ δῆλον ὅτι ἐκθλιβόμενος ὁ ἀὴρ ἴσον ὄγκον ἔχει τῷ ἐγχυνομένῳ ὕδατι καὶ τοσοῦτον οἶνον ἐκθλίψει. καὶ ἐὰν μηδὲ σίφων καμπύλος, ἀλλὰ μόνον κρουνὸς πρὸς τῷ Σ, δύναται τὸ αὐτὸ γενέσθαι, ἐὰν μὴ τοῦ ὕδατος ἡ βία κατακρατήσῃ τοῦ κρουνοῦ.