Ancient Greek
ΗΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΝΕΥΜΑΤΙΚΩΝ
Hero of Alexandria, Πνευματικά XXIV.
Not analysed yet
Ἀγγείου ὄντος κενοῦ καὶ ἑτέρου οἶνον ἔχοντος, ὅσον ἐὰν ὕδωρ εἰς τὸ κενὸν ἀγγεῖον ἐμβάλωμεν, τοσοῦτον διὰ κρουνοῦ ληψόμεθα κεκραμένον ᾧ ἐὰν βουλώμεθα εἶναι λόγῳ· ἔστω δὲ τὸ ὕδωρ τοῦ οἴνου διπλάσιον. Ἔστω τὸ κενὸν ἀγγεῖον τὸ ΑΒ ἤτοι κυλινδρικὸν ἢ στερεὸν παραλληλεπίπεδον ὀρθογώνιον· τούτῳ δὲ ἕτερον παρακείσθω στεγνὸν πάντοθεν καὶ ἐπὶ τῆς αὐτῆς βάσεως κείμενον τὸ Γ∠ ἤτοι ὁμοίως κυλινδρικὸν ἢ στερεὸν παραλληλεπίπεδον ὀρθογώνιον· ἡ δὲ τοῦ ΑΒ βάσις διπλασία ἔστω τῆς τοῦ Γ∠ βάσεως, ἐπειδήπερ βουλόμεθα τὸ |ὕδωρ τοῦ οἴνου εἶναι διπλάσιον. τούτῳ δὴ παρακείσθω ἕτερον ἀγγεῖον στεγνὸν τὸ ΖΕ, ἐν ᾧ ἐγχυθήσεται ὁ οἶνος· καὶ διʼ ἀμφοτέρων τῶν Γ∠, ΕΖ σωλὴν ἔστω ὁ ΗΘΚ συντετρημένος τοῖς ἐπιφράγμασιν αὐτῶν καὶ συνεστεγνωμένος· τὸ δὲ ΕΖ ἀγγεῖον ἐχέτω καμπύλον σωλῆνα τὸν ΛΜΝ, οὗ τὸ μὲν ἐντὸς σκέλος ἀπεχέτω τοῦ πυθμένος τοῦ ἀγγείου ὅσον ὕδατι διάρρυσιν· τὸ δὲ ἕτερον ἐκτὸς ἐπικεκάμφθω καὶ φερέτω εἰς ἀγγεῖον ἕτερον τὸ ΞΟ, ἐξ οὗ σωλὴν ὁ ΠΡ φερέτω διὰ πάντων τῶν ἀγγείων ἢ καὶ ὑποβεβλημένος ὑπὸ τὴν ἕδραν τῶν ἀγγείων τάσσεται, ἵνα κάτω φέρηται ῥᾳδίως αὐτὸς εἰς τὸ παρὰ τὸν πυθμένα τοῦ ΑΒ ἀγγείου μέρος. ἕτερος δὲ σωλὴν ὁ ΤΣ συντετρήσθω τοῖς ΑΒ, Γ∠ ἀγγείοις· ἐχέτω δὲ καὶ τὸ ΑΒ ἀγγεῖον παρὰ τὸν πυθμένα κρουνίσκον τὸν Υ οἱ δὲ PΠ, Υ κρουνίσκοι ἐμπεριλαμβανέσθωσαν κρουνῷ τῷ ΦΧ κλειδίον ἔχοντι, διʼ οὗ ἀνοιχθήσεται καὶ κλεισθήσεται, ὁπόταν προαιρώμεθα. τούτων δὴ κατασκευασθέντων καὶ ἀποκλεισθέντος τοῦ ΧΦ κρουνοῦ ἐὰν ἐμβάλωμεν ὕδωρ. εἰς τὸ ΑΒ ἀγγεῖον, μεταχωρήσει μέρος αὐτοῦ καὶ εἰς τὸ Γ∠ ἀγγεῖον, τουτέστι τὸ ἥμισυ, διὰ τοῦ ΣΤ σωλῆνος· τὸ δὲ ἐμπεσὸν ὑγρὸν εἰς τὸ Γ∠ ἀγγεῖον ἐκθλίψει τὸν ἴσον αὐτῷ ἀέρα διὰ τοῦ ΗΘΚ σωλῆνος εἰς τὸ ΕΖ ἀγγεῖον· οὗτος δὲ τὸν ἴσον οἶνον ἐκθλίψει διὰ τοῦ ΛΜΝ σωλῆνος εἰς τὸ ΞΟ ἀγγεῖον. ὅταν ἄρα ἀνοίξωμεν τὸν κρουνόν, ῥεύσει διʼ αὐτοῦ τό τε ἐμβληθὲν ὕδωρ εἰς τὸ ΑΒ ἀγγεῖον καὶ ὁ οἶνος ἐκ τοῦ ΞΟ ἀγγείου διὰ τοῦ ΠΡ σωλῆνος ἐνεχθείς· καὶ ἔσται γεγονὸς τὸ προκείμενον. πάλιν οὖν κενὰ μενεῖ τὰ ἀγγεῖα, ὅταν ἐκρυέντος τοῦ κράματος ὁ ἀὴρ χωρήσῃ εἰς αὐτὰ διὰ τοῦ ΠΡ σωλῆνος.