Ancient Greek · ~4 min
ΗΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΝΕΥΜΑΤΙΚΩΝ
Hero of Alexandria, Πνευματικά XXXΙ.
Not analysed yet
Δύναται δὲ καὶ ἄλλως πίνειν τὸ ζῷον μήτε ἐπιρρύτου ὄντος ὕδατος μήτε ἄλλου τινὸς κινοῦντος τὸν Πανίσκον. Ἔστω γὰρ βάσις μὲν ἡ ΑΒΓ∠ τὸ δὲ τοῦ ζῳδίου στόμιον ἔστω πρὸς τῷ Ε, καὶ διὰ τῶν στέρνων τοῦ ζῴου καὶ τοῦ ὀπισθίου ποδὸς ἢ τῆς οὐρᾶς ἀπὸ τοῦ Ε στόματος διώσθω σωλὴν ὁ ΕΖΗ φέρων εἰς τὸ ἐντὸς τῆς βάσεως, καὶ τεθείσης ἀκινήτου τῆς βάσεως τετρυπήσθω ὁ ΕΖΗ σωλὴν ὁ διὰ τοῦ ζῴου λεπτῷ καὶ δυσθεωρήτῳ τρυπήματι τῷ Ε κειμένῳ πρὸς διαβήτην τῷ H στομίῳ. ἐὰν οὖν τις πληρώσῃ τὸν ΕΖΗ διαβήτην ὕδατος διά τινος μετεώρου σωλῆνος, οὗ τὸ ἄκρον πρόσκειται τῷ Ε, μενεῖ πλήρης ὕδατος ὁ ΕΖΗ διαβήτης διὰ τὸ ἐξ ἴσου κεῖσθαι τὰ στόμια αὐτοῦ. ὅταν οὖν προσενέγκωμεν τῷ Ε στομίῳ τὸ ποτήριον καὶ βαπτισθῇ τι μέρος τοῦ στομίου, συμβήσεται τοῦ ΕΖΗ διαβήτου τὸ πρὸς τῷ Η κῶλον μεῖζον γενέσθαι. καὶ διὰ τοῦτο ἐπισπάσεται τὸ ὑγρόν· τὸ δὲ ἐπισπώμενον φέρεται εἰς τὴν ΑΒΓ∠ βάσιν. οὐκ ἀνάγκη δὲ τὴν ΑΒΓ∠ βάσιν στεγνοῦν ἐπὶ ταύτης τῆς κατασκευῆς.