Ancient Greek
ΗΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΝΕΥΜΑΤΙΚΩΝ
Hero of Alexandria, Πνευματικά XXXVII.
Not analysed yet
Κατασκευάζεται δὲ καὶ Σατυρίσκος ἐπί τινος βάσεως ἀσκὸν ἐν ταῖς χερσὶ κατέχων, ᾦ προσπαράκειται λουτηρίδιον, καὶ ἐγχυθέντος εἰς αὐτὸ ὑγροῦ, ὥστεπληρωθῆναι, ἐπιρρεύσει διὰ τοῦ ἀσκοῦ ὕδωρ εἰς τὸ λουτηρίδιον καὶ οὐχ ὑπερχυθήσεται, ἄχρις οὗ πᾶν τὸ διὰ τοῦ ἀσκοῦ ὕδωρ κενωθῇ. ἔστι δὲ ἡκατασκευὴ τοιαύτη. Ἔστωτις βάσις ἡ ΑΒ στεγνὴ πάντοθεν, ἤτοι κυλινδρικὴ ἢ ὀκτάγωνος εὐπρεπείας ἕνεκα, διαπεφραγμένη τῷ Γ∠ διαφράγματι. διὰ δὲ τοῦ διαφράγματος ἀνατεινέσθω σωλὴν ὁ ΕΖ συντετρημένος τῷ διαφράγματι, ἀπέχων δὲ τῆς στέγης βραχύ. διὰ δὲ τῆς στέγης διώσθω σωλὴν ὁ ΗΘ ὑπερέχων μὲν εἰς τὸ ἄνω μέρος βραχὺ καὶ ἔχων λουτηρίδιον ἐπικείμενον, ἀπέχων δὲ ἀπὸ τοῦ πυθμένος τοῦ ἀγγείου ὅσον ὕδατι διάρρυσιν, συνεστεγνωμένος δὲ τῇ στέγῃ τοῦ ἀγγείου καὶ τῷ διαφράγματι. ἕτερος δὲ ὁμοίως διώσθω διὰ τῆς στέγης ὁ Κ ΛΜ ἀπέχων μὲν ἀπὸ τοῦ διαφράγμα |τος βραχύ, συνεστεγνωμένος δὲ τῇ στέγῃ καὶ φέρων τὴν ἐξ αὐτοῦ ῥύσιν εἰς τὸ λουτηρίδιον, ὃ δὴ πρόσκειται τῷ ΗΘ σωλῆνι συντετρημένον αὐτῷ. πεπληρώσθω οὖν τὸ Α∠ ἀγγεῖον ὑγροῦ διά τινος ὀπῆς τῆς Ν, ἥτις μετὰ τὴν ἔγχυσιν ἐσπεγνώσθω. ἐὰν οὖν ἐγχέωμεν εἰς τὸ λουτηρίδιον ὑγρόν, χωρήσει διὰ τοῦ ΗΘ σωλῆνος εἰς τὸ ΒΓ ἀγγεῖον, τοῦ ἐν αὐτῷ ἀέρος χωροῦντος διὰ τοῦ ΕΖ σωλῆνος, ὃς χωρήσας εἰς τὸ Α∠ ἀγγεῖον ἐκθλίψει τὸ ἐν αὐτῷ ὑγρὸν διὰ τοῦ Κ ΛΜ σωλῆνος εἰς τὸ λουτηρίδιον. τοῦτο δὲ πάλιν φερόμενον εἰς τὸ ΒΓ ἀγγεῖον ἐκθλίψει ὁμοίως τὸν ἐν αὐτῷ ἀέρα, ὅς δὴ πάλιν τὸ ἐν τῷ Α∠ ἀγγείῳ ὕδωρ ἐκθλίψει εἰς τὸ λουτηρίδιον. καὶ τοῦτο ἔσται, ἄχρις ἂν κενωθῇ τὸ ἐν τῷ Α∠ ἀγγείῳ ὕδωρ. δεήσει δὲ τὸν ΜΛΚ σωλῆνα διὰ τοῦ στόματος τοῦ ἀσκοῦ εἶναι καὶ λεπτὸν παντάπασιν ὑπάρχειν ἕνεκα τοῦ τὴν ἐπῖδειξιν ἐπὶ πλείονα. χρόνον παραμένειν.