Ancient Greek
134.1
Herodas, Mimiambi 134.1
Unproofread scanNot analysed yet
βίῃ τιν’ ἄξει τῶν ἐμῶν ἔμ’ οὐ πείσας, καὶ ταῦτα νυκτός, οἴχεθ’ ἡμῖν ἡ ἀλεωρή τῆς πόλιος, ἄνδρες, κἀφ’ ὅτῳ σεμνύνεσθε, τὴν αὐτονομίην ὑμέων Θαλῆς λύσει. ὃν χρῆν ἑαυτὸν ὅστις ἐστὶ κἀκ ποίου πηλοῦ πεφύρητ’ εἰδότ’ ὡς ἐγὼ ζώειν τῶν δημοτέων φρίσσοντα καὶ τὸν ἥκιστον. νῦν δ’ οἱ μὲν ἐόντες τῆς πόλιος καλυπτῆρες καὶ τῇ γενῇ φυσιῶντες οὐκ ἴσον τούτῳ πρὸς τοὺς νόμους βλέπουσι κἠμὲ τὸν ξεῖνον οὐδεὶς πολίτης ἠλόησεν οὐδ’ ἦλθεν πρὸς τὰς θύρας μευ νυκτὸς οὐδ’ ἔχων δᾷδας τὴν οἰκίην ὑφῆψεν οὐδὲ τῶν πορνέων βίῃ λαβὼν οἴχωκεν· ἀλλ’ ὁ Φρὺξ οὗτος ὁ νῦν Θαλῆς ἔων, πρόσθε δ’, ἄνδρες, Ἀρτίμμης, ἅπαντα ταῦτ’ ἔπρηξε κοὐκ ἐπῃδέσθη οὔτε νόμον οὔτε προστάτην οὔτ’ ἄρχοντα. καίτοι λαβών μοι γραμματεῦ τῆς αἰκείης τὸν νόμον ἄνειπε, καὶ σὺ τὴν ὀπὴν βῦσον τῆς κλεψύδρης, βέλτιστε, μέχρις οὗ εἴπῃ, μὴ πρὸ ὁ τε κυσὸς φθῇσι χὠ τάπης ἡμῖν, τὸ τοῦ λόγου δὴ τοῦτο, ληΐης κύρσῃ. ἐπὴν δ’ ἐλεύθερός τις αἰκίσῃ δούλην ἢ ἑκὼν ἐπίστῃ, τῆς δίκης τὸ τίμημα διπλοῦν τελείτω. ταῦτ’ ἔγραψε Χαιρώνδης, ἄνδρες δικασταί, καὶ οὐχὶ Βάτταρος χρῄζων Θαλῆν μετελθεῖν. ἢν θύρην δέ τις κόψῃ, μνῆν τινέτω, φησί· ἢν δὲ πὺξ ἀλοιήσῃ ἄλλην πάλι μνῆν· ἢν δὲ τὰ οἰκί’ ἐμπρήσῃ ἢ ὅρους ὑπερβῇ, χιλίας τὸ τίμημα ἔνειμε, κἤν βλάψῃ τι διπλόον τίνειν. ᾤκει πόλιν γάρ, ὦ Θαλῆς, σὺ δ’ οὐκ οἶσθας οὔτε πόλιν οὔτε πῶς πόλις διοικεῖται, οἰκεῖς δὲ σήμερον μὲν ἐν Βρικινδήροις ἐχθὲς δ’ ἐν Ἀβδήροισιν, αὔριον δ’ ἤν σοι ναῦλον διδοῖ τις, ἐς Φασηλίδα πλώσῃ.