Ancient Greek
136.1
Herodas, Mimiambi 136.1
Unproofread scanNot analysed yet
ἐγὼ δ’ ὅκως ἂν μὴ μακρηγορέων ὑμέας, ὦνδρες δικασταί, τῇ παροιμίῃ τρύχω, πέπονθα πρὸς Θάλητος ὅσσα κἠμ πίσσῃ μῦς· πὺξ ἐπλήγην, ἡ θύρη κατήρακται τῆς οἰκίης μευ, τῆς τελέω τρίτην μισθόν, τὰ ὑπέρθυρ’ ὀπτά. δεῦρο, Μυρτάλη, καὶ σύ· δεῖξον σεωυτὴν πᾶσι· μηδὲν αἰσχύνευ. νόμιζε τούτους οὓς ὁρῇς δικάζοντας πατέρας ἀδελφοὺς ἐμβλέπειν. ὁρῇτ’, ἄνδρες, τὰ τίλματ’ αὐτῆς καὶ κάτωθε κἄνωθεν ὡς λεῖα ταῦτ’ ἔτιλλεν ὠναγὴς οὗτος, ὅθ’ εἷλκεν αὐτὴν κἀβιάζετ’—ὦ Γῆρας, σοὶ θυέτω ἐπεὶ τὸ αἷμ’ ἂν ἐξεφύσησεν ὥσπερ Φίλιππος ἐν Σάμῳ κοτ’ ὁ Βρεῦκος. γελᾷς; κίναιδός εἰμι καὶ οὐκ ἀπαρνεῦμαι καὶ Βάτταρός μοι τοὔνομ’ ἐστὶ κὠ πάππος ἦν μοι Σισυμβρᾶς κὠ πατὴρ Σισυμβρίσκος, κἠπορνοβόσκευν πάντες, ἀλλ’ ἕκητ’ ἀλκῆς θαρσέων λέοντ’ ἄγχοιμ’ ἄν, εἰ Θαλῆς εἴην. ἐρᾷς σὺ μὲν ἴσως Μυρτάλης· οὐδὲν δεινόν· ἐγὼ δὲ πυρῶν· ταῦτα δοὺς ἐκεῖν’ ἕξεις. ἢ νὴ Δί’, εἴ σευ θάλπεταί τι τῶν ἔνδον ἔμβυσον εἰς τὴν χεῖρα Βαττάρῳ τιμήν, καὐτὸς τὰ σαυτοῦ θλῆ λαβὼν ὅκως χρῄζεις. ἓν δ’ ἔστ’ ἔτ’, ἄνδρες—ταῦτα μὲν γὰρ εἴρηται πρὸς τοῦτον—ὑμεῖς δ’ ὡς ἀμαρτύρων εὔντων γνώμῃ δικαίῃ τὴν κρίσιν διαιτᾶτε. ἢν δ’ οἷον ἐς τὰ δούλα σώματα σπεύδῃ κἠς βάσανον αἰτῇ, προσδίδωμι κἀμαυτόν· λαβών, Θαλῆ, στρέβλου με· μοῦνον ἡ τιμή ἐν τῷ μέσῳ ἔστω· ταῦτα τρυτάνῃ Μίνως οὐκ ἂν δικάζων βέλτιον διήτησε. τὸ λοιπόν, ἄνδρες, μὴ δοκεῖτε τὴν ψῆφον τῷ πορνοβοσκῷ Βαττάρῳ φέρειν, ἀλλά ἅπασι τοῖς οἰκεῦσι τὴν πόλιν ξείνοις.