Ancient Greek
138.1
Herodas, Mimiambi 138.1
Unproofread scanNot analysed yet
νῦν δείξεθ’ ἡ Κῶς κὼ Μέροψ κόσον δραΐνει, κὠ Θεσσαλὸς τίν’ εἶχε κἠρακλῆς δόξαν, κὡσκλήπιος κῶς ἦλθεν ἐνθάδ’ ἐκ Τρίκκης, κἤτικτε Λητοῦν ὧδε τεῦ χάριν Φοίβη. ταῦτα σκοπεῦντες πάντα τὴν δίκην ὀρθῇ γνώμῃ κυβερνᾶτ’, ὡς ὁ Φρὺξ τὰ νῦν ὑμῖν πληγεὶς ἀμείνων ἔσσετ’, εἴ τι μὴ ψεῦδος ἐκ τῶν παλαιῶν ἡ παροιμίη βάζει.