Ancient Greek
238.1
Herodas, Mimiambi 238.1
Unproofread scanNot analysed yet
ἵλεως εἴη καὶ τοῖσδ’ ὁ Παιὼν καὶ Εὐθίῃ καλῶν ἔργων. ὅρη, φίλη, τὴν παῖδα τὴν ἄνω κείνην βλέπουσαν ἐς τὸ μῆλον· οὐκ ἐρεῖς αὐτήν, ἢν μὴ λάβῃ τὸ μῆλον ἐκ τάχα ψύξειν; —κεῖνον δέ, Κυννοῖ, τὸν γέροντα· —πρὸς Μοιρέων τὴν χηναλώπεκ’ ὡς τὸ παιδίον πνίγει. πρὸ τῶν ποδῶν γοῦν εἴ τι μὴ λίθος, τοὖργον, ἐρεῖς, λαλήσει. μᾶ, χρόνῳ κοτ’ ὤνθρωποι κἠς τοὺς λίθους ἕξουσι τὴν ζοὴν θεῖναι— τὸν Βατάλης γὰρ τοῦτον, οὐχ ὁρῇς, Κυννοῖ, ὅκως βέβηκεν, ἀνδριάντα τῆς Μύττεω; εἰ μή τις αὐτὴν εἶδε Βατάλην, βλέψας ἐς τοῦτο τὸ εἰκόνισμα μὴ ἐτύμης δείσθω.