Ancient Greek
238.3
Herodas, Mimiambi 238.3
Unproofread scanNot analysed yet
ἕπευ, φίλη, μοι καὶ καλόν τί σοι δείξω πρῆγμ’ οἷον οὐχ ὥρηκας ἐξ ὅτευ ζώεις. Κύδιλλ’, ἰοῦσα τὸν νεωκόρον βῶσον. οὐ σοὶ λέγω, αὕτη, τῇ ὧδε κὧδε χασκούσῃ; μᾶ, μή τιν’ ὥρην ὧν λέγω πεποίηται ἕστηκε δ’ εἰς μ’ ὀρεῦσα καρκίνου μέζον. ἰοῦσα, φημί, τὸν νεωκόρον βῶσον. λαίμαστρον, οὔτ’ †ὀργή† σε κρηγύην οὔτε βέβηλος αἰνεῖ, πανταχῇ δ’ ἴσον κεῖσαι. μαρτύρομαι, Κύδιλλα, τὸν θεὸν τοῦτον ὡς ἔκ με καίεις οὐ θέλουσαν οἰδῆσαι· μαρτύρομαι, φήμ’· ἔσσετ’ ἡμέρη κείνη ἐν ᾗ τὸ βρέγμα τοῦτο τὸ ἀσυρὲς κνήσῃ.