Ancient Greek
242.1
Herodas, Mimiambi 242.1
Unproofread scanNot analysed yet
ἠρέσατο τὸν Παιήον’, ἥπερ οὖν ὑμεῖς. ἰὴ ἰὴ Παίηον, εὐμενὴς εἴης καλοῖς ἐπ’ ἱροῖς ταῖσδε κεἴ τινες τῶνδε ἔασ’ ὀπυιηταί τε καὶ γενῆς ἆσσον. ἰὴ ἰὴ Παίηον· ὧδε ταῦτ’ εἴη. εἴη γάρ, ὦ μέγιστε, κὑγίῃ πολλῇ ἔλθοιμεν αὖτις μέζον’ ἱρ’ ἀγινεῦσαι σὺν ἀνδράσιν καὶ παισί—Κοκκάλη καλῶς τεμοῦσα μέμνεο τὸ σκελύδριον δοῦναι τῷ νεωκόρῳ τοὔρνιθος, ἔς τε τὴν τρώγλην τὸν πελανὸν ἔνθες τοῦ δράκοντος εὐφήμως καὶ ψαιστὰ δεῦσον· τἆλλα δ’ οἰκίης ἕδρῃ δαισόμεθα, καὶ ἐπὶ μὴ λάθῃ φέρειν. αὔτη τῆς ὑγίης μοι πρόσδος· ἦ γὰρ ἱροῖσιν μέζων †ἁμαρτίης ἡ ὑγίη ’στί† τῆς μοίρης.