Ancient Greek
238.4
Herodas, Mimiambi 238.4
Unproofread scanNot analysed yet
μὴ πάνθ’ ἑτοίμως καρδιηβολεῦ, Κυννοῖ· δούλη ’στί, δούλης δ’ ὦτα νωθρίη θλίβει. ἀλλ’ ἡμέρη τε κἠπὶ μέζον ὠθεῖται· αὕτη σύ, μεῖνον· ἡ θύρη γὰρ ὤϊκται κανεῖθ’ ὁ παστός· οὐχ ὁρῇς, φίλη Κυννοῖ; οἷ’ ἔργα κεῖν’· —ἤν, ταῦτ’ ἐρεῖς Ἀθηναίην γλύψαι τὰ καλά—χαιρέτω δὲ δέσποινα. τὸν παῖδα γοῦν τὸν γυμνὸν ἢν κνίσω τοῦτον οὐχ ἕλκος ἕξει, Κύννα; πρὸς γὰρ οἱ κεῖνται αἱ σάρκες οἷα θερμὰ θερμὰ πηδεῦσαι ἐν τῇ σανίσκῃ· τὠργυρεῦν δὲ πύραστρον οὐκ ἢν ἴδῃσι Μύλλος ἢ Παταικίσκος ὁ Λαμπρίωνος, ἐκβαλεῦσι τὰς κούρας δοκεῦντες ὄντως ἀργυρεῦν πεποιῆσθαι; ὁ βοῦς δὲ κὠ ἄγων αὐτὸν ἡ θ’ ὁμαρτεῦσα κὠ γρυπὸς οὗτος κὠ ἀνάσιλλος ἄνθρωπος οὐχὶ ζόην βλέπουσιν ἡμέρην πάντες; εἰ μὴ ἐδόκευν ἂν μέζον ἢ γυνὴ πρήσσειν, ἀνηλάλαξ’ ἂν, μή μ’ ὁ βοῦς τι πημήνῃ· οὕτω ἐπιλοξοῖ, Κυννί, τῇ ἑτέρῃ κούρῃ. ἀληθιναί, φίλη, γὰρ αἱ Ἐφεσίου χεῖρες ἐς πάντ’ Ἀπελλέω γράμματ’, οὐδ’ ἐρεῖς “κεῖνος ὤνθρωπος ἓν μὲν εἶδεν, ἓν δ’ ἀπηρνήθη,” ἀλλ’ ὅ οἱ ἐπὶ νοῦν γένοιτο, καὶ θέων ψαύειν ἠπείγεθ’· ὃς δ’ ἐκεῖνον ἢ ἔργα τὰ ἐκείνου μὴ παμφαλήσας ἐκ δίκης ὁρώρηκεν, ποδὸς κρέμαιτ’ ἐκεῖνος ἐν γναφέως οἴκῳ. κάλ’ ὕμιν, ὦ γυναῖκες, ἐντελέως τὰ ἱρὰ καὶ ἐς λῷον ἐμβλέποντα· μεζόνως οὖτις