Ancient Greek
290.8
Herodas, Mimiambi 290.8
Unproofread scanNot analysed yet
ὅσην δὲ καὶ τὴν γλάσσαν, οὗτος, ἔσχηκας· Κύδιλλα, κοῦ ’στι Πυρρίης; κάλει μ’ αὐτόν. τί ἐστί; τοῦτον δῆσον—ἀλλ’ ἔθ’ ἕστηκας; —τὴν ἱμανήθρην τοῦ κάδου ταχέως λύσας. ἢν μὴ καταικίσασα τῇ σ’ ὅλῃ χώρῃ παράδειγμα θῶ, μᾶ, μή με θῇς γυναῖκ’ εἶναι. ἦρ’ οὐχὶ μᾶλλον Φρύξ; ἐγὼ αἰτίη τούτων ἐγῷμι, Γάστρων, ἥ σε θεῖσ’ ἐν ἀνθρώποις. ἀλλ’ εἰ τότ’ ἐξήμαρτον, οὐ τὰ νῦν εὖσαν μῶρον Βίτινναν, ὡς δοκεῖς, ἔθ’ εὑρήσεις. φέρ’, εἷς σύ, δῆσον, τὴν ἁπληγίδ’ ἐκδύσας.