Ancient Greek
292.3 to 292.15
Herodas, Mimiambi 292.3-15
Unproofread scanNot analysed yet
μὴ μή, Βίτιννα, τῶν σε γουνάτων δεῦμαι. ἔκδυθι, φημί. δεῖ σ’ ὁτεύνεκ’ εἶ δοῦλος καὶ τρεῖς ὑπέρ σευ μνᾶς ἔθηκα γινώσκειν. ὡς μὴ καλῶς γένοιτο τἡμέρῃ κείνῃ, ἥτις σ’ ἐσήγαγ’ ὧδε. Πυρρίη, κλαύσῃ· ὁρῶ σε δήκου πάντα μᾶλλον ἢ δεῦντα. σύσφιγγε τοὺς ἀγκῶνας, ἔκπρισον δήσας. Βίτιννα, ἄφες μοι τὴν ἁμαρτίην ταύτην. ἄνθρωπός εἰμι, ἥμαρτον· ἀλλ’ ἐπὴν αὖτις ἔλῃς τι δρῶντα τῶν σὺ μὴ θέλῃς, στίξον. πρὸς Ἀμφυταίην ταῦτα, μὴ ’μὲ πληκτίζευ, μεθ’ ἧς ἀλινδῇ καὶ ἐμὲ φῇς ποδόψηστρον. δέδεται καλῶς σοι. μὴ λάθῃ λυθεὶς σκέψαι. ἄγ’ αὐτὸν ἐς τὸ ζήτρειον πρὸς Ἕρμωνα καὶ χιλίας μὲν ἐς τὸ νῶτον ἐγκόψαι αὐτῷ κέλευσον χιλίας δὲ τῇ γαστρί. ἀποκτενεῖς, Βίτιννα, μ’ οὐδ’ ἐλέγξασα εἴτ’ ἔστ’ ἀληθέα πρῶτον εἴτε καὶ ψευδέα; ἃ δ’ αὐτὸς εἶπας ἄρτι τῇ ἰδίῃ γλάσσῃ ‘Βίτινν’, ἄφες μοι τὴν ἁμαρτίην ταύτην’;