Ancient Greek
344.2
Herodas, Mimiambi 344.2
Unproofread scanNot analysed yet
Κάθησο, Μητροῖ· τῇ γυναικὶ θὲς δίφρον ἀνασταθεῖσα· πάντα δεῖ με προστάσσειν αὐτήν, σὺ δ’ οὐδὲν ἄν, τάλαινα, ποιήσαις αὐτὴ ἀπὸ σαυτῆς· μᾶ, λίθος τις, οὐ δούλη ἐν τῇ οἰκίῃ εἴς· ἀλλὰ τἄλφιτ’ ἢν μετρῇ τὰ κρίμν’ ἀμιθρεῖς, κἢν τοσοῦτ’ ἀποστάξῃ τὴν ἡμέρην ὅλην σε τονθορύζουσαν καὶ πρημονῶσαν οὐ φέρουσιν οἱ τοῖχοι. νῦν αὐτὸν ἐκμάσσεις τε καὶ ποεῖς λαμπρόν, ὅτ’ ἐστὶ χρείη, λῃστρί; θῦέ μοι ταύτῃ ἐπεί σ’ ἔγευσ’ ἂν τῶν ἐμῶν ἐγὼ χειρῶν.