Ancient Greek
296.1
Herodas, Mimiambi 296.1
Unproofread scanNot analysed yet
Κύδιλλα, μή με λυπεῖτε, ἢ φεύξομ’ ἐκ τῆς οἰκίης. ἄφεω τοῦτον τὸν ἑπτάδουλον; καὶ τίς οὐκ ἀπαντῶσα ἐς μευ δικαίως τὸ πρόσωπον ἐμπτύοι; οὔ, τὴν τύραννον, ἀλλ’ ἐπείπερ οὐκ οἶδεν, ἄνθρωπος ὤν, ἑωυτὸν αὐτίκ’ εἰδήσει ἐν τῷ μετώπῳ τὸ ἐπίγραμμ’ ἔχων τοῦτο. ἀλλ’ ἔστιν εἰκὰς καὶ Γερήνι’ ἐς πέμπτην— νῦν μέν σ’ ἀφήσω, καὶ ἔχε τὴν χάριν ταύτην, ἣν οὐδὲν ἧσσον ἢ Βατυλλίδα στέργω, ἐν τῇσι χερσὶ τῇσ’ ἐμῇσι θρέψασα. ἐπεὰν δὲ τοῖς καμοῦσιν ἐγχυτλώσωμεν ἄξεις τότ’ ἀμελιτῖτιν ὁρτὴν ἐξ ὁρτῆς.