Ancient Greek
346.6
Herodas, Mimiambi 346.6
Unproofread scanNot analysed yet
γυναῖκες, αὕτη μ’ ἡ γυνή κοτ’ ἐκτρίψει. ἐγὼ μὲν αὐτὴν λιπαρεῦσαν ᾐδέσθην κἤδωκα, Μητροῖ, πρόσθεν ἢ αὐτὴ χρήσασθαι. ἡ δ’ ὥσπερ εὕρημ’ ἁρπάσασα δωρεῖται καὶ τῇσι μὴ δεῖ. χαιρέτω, φίλη, πολλά, ἐοῦσα τοίη, κἠτέρην τιν’ ἀνθ’ ἡμέων φίλην ἀθρείτω τἄλλα. Νοσσίδι χρῆσθαι τῇ Μηδοκέω—μέζον μὲν ἢ γυνὴ γρύξω, λάθοιμι δ’ Ἀδρήστεια—χιλίων εὔντων ἕν’ οὐκ ἂν ὅστις λεπρός ἐστι προσδοίην.