Ancient Greek
346.7
Herodas, Mimiambi 346.7
Unproofread scanNot analysed yet
μὴ δή, Κοριττοῖ, τὴν χολὴν ἐπὶ ῥινός ἔχ’ εὐθύς, ἢν τι ῥῆμα μὴ σοφὸν πεύθῃ. γυναικός ἐστι κρηγύης φέρειν πάντα. ἐγὼ δὲ τούτων αἰτίη λαλεῦσ’ εἰμί. τί πολλά; τήν μευ γλάσσαν ἐκτεμεῖν δεῖται. ἐκεῖνο δ’ οὗ σοι καὶ μάλιστ’ ἐπεμνήσθην, τίς ἔσθ’ ὁ ῥάψας αὐτόν; εἰ φιλεῖς μ’ εἶπον. τί μ’ ἐνβλέπεις γελῶσα; νῦν ὁρώρηκας Μητροῦν τὸ πρῶτον; ἢ τί τἁβρά σοι ταῦτα; ἐνεύχομαι, Κοριττί, μή μ’ ἐπιψεύσῃ, ἀλλ’ εἰπὲ τὸν ῥάψαντα.