Ancient Greek
390.1
Herodas, Mimiambi 390.1
Unproofread scanNot analysed yet
ἐξηρτίωται πᾶσα, κοὐ τὰ μὲν καλῶς τὰ δ’ οὐχὶ καλῶς, ἀλλὰ πάντ’ ἴσαι χεῖρες. τὸ χρῶμα δ’, οὕτως ὕμιν ἡ Παλλὰς δοίη καλῶν ὅσωνπερ ἰχανᾶσθ’ ἐπαυρέσθαι, εὑρήσετ’ οὐδὲν ἄλλο τῷδ’ ἴσον χρῶμα ἐν βυρσοδέψεω, κοὐδὲ κηρὸς ἀνθήσει. τριθημέρῃ μνέας τρεῖς ἔδωκε Κανδάδι ὁ πριάμενός μοι τοῦτο κἤτερον χρῶμα— καὶ εἰς σήμερον δ’ ὄμνυμι πάνθ’ ὅσ’ ἔστ’ ἱρά χωρὶς προφάσεων τὴν ἀληθείην βάζειν, καὶ γὰρ τάλαντα γ’ οὐδ’ ὅσον ῥοπὴν ψεῦδος βρίθει κοτ’, ἢ Κέρδωνι μὴ βίου ὄνησις κὠνέων καλῶν γίνοιτο—καὶ χάριν πρός με ᾔτησεν· οὐ γὰρ ἀλλὰ μεζόνων ἤδη οἱ ῥινοδέψαι κερδέων ὀριγνῶνται. Μητροῖ, σὺ μὲν δὴ τἄργα τῆς τέχνης ἡμέων ἔχεις, ὁ πίσυγγος δὲ δειλαίην οἰζύν· ὃς δίφρον, ἀντλέων νύκτα κἠμέρην, θάλπω· τί γάρ τις ἡμέων ἄχρις ἑσπέρης κάπτει; βοαὶ δ’ ὅσαι πρὸς ὄρθρον· οὐ δοκέω τόσσον τὰ Μικίωνος θηρί’ εὐπορεῖν φωνῆς. κοὔπω λέγω, τρεισκαίδεκ’ οἰκέτας βόσκω, ὁτεὔνεκ’ ὦ γυναῖκες ἀργίη πάντες, οἳ, κἢν ὕῃ Ζεύς, τοῦτο μοῦνον ᾄδουσι ‘φέρ’ εἰ φέρεις τι,’ τἆλλα δ’ ἀψόφως ἕαται ὅκως νεοσσοὶ τὰς κοχώνας θάλποντες. ἀλλ’ οὐ λόγων γάρ, φασίν, ἡ ἀγορὴ δεῖται