Ancient Greek
392.1
Herodas, Mimiambi 392.1
Unproofread scanNot analysed yet
χαλκῶν δέ. τοῦτ’ ἢν μὴ ὑμῖν ἁνδάνῃ, Μητροῖ, τὸ ζεῦγος, ἕτερον κἤτερον μάλ’ ἐξοίσει, ἔστ’ ἂν νόῳ πεισθῆτε μὴ λέγειν ψεύδεα Κέρδωνα. τὰς μοι σαμβαλουχίδας πάσας ἔνεγκε, Πίστε· δεῖ μάλ’ εἰς γ’ ἴχνη θείσας ὑμέας ἀπελθεῖν, ὦ γυναῖκες, εἰς οἶκον. θήσεσθε δ’ ὑμεῖς· γένεα ταῦτα παντοῖα· Σικυώνι’, Ἀμβρακίδια, νοσσίδες, Χῖαι, ψιττάκια, κανναβίσκα, βαυκίδες, βλαῦται, Ἰωνικ’ ἀμφίσφαιρα, νυκτιπήδηκες, ἀκροσφύρια, καρκίνια, σάμβαλ’ Ἀργεῖα, κοκκίδες, ἔφηβοι, διάβαθρ’· ὧν ἐρᾷ θυμός ὑμέων ἑκάστης εἴπατ’· ὡς ἂν αἴσθοισθε σκύτεα γυναῖκες καὶ κύνες τί βρώζουσιν. κόσου χρεΐζεις κείν’ ὃ πρόσθεν ἤειρας ἀπεμπολὴν μοι ζεῦγος; ἀλλὰ μὴ βροντέων αὐτὸς σὺ τρέψον μέζον εἰς φυγὴν ἡμέας. αὐτὴ σὺ καὶ τίμησον εἰ θέλεις αὐτό καὶ στῆσον ἧς κοτ’ ἐστὶν ἄξιον τιμῆς. ἢ τοῦτο· ἐὰν γὰρ οὔ σε ῥηδίως χρήναι σκυτέων, γύναι, τὠληθὲς ἢν θέλῃς, ἔργον ἐρεῖς τι. ναὶ μὰ τήνδε τὴν τεφρὴν κόρσην, ἐφ’ ἧς ἀλώπηξ νοσσίην πεποίηται, τάχ’ ἀλφιτηρὸν ἐργαλεῖα κινεῦσι, Ἑρμῆ τε Κερδέων καὶ σὺ Κερδείη Πειθοῖ, ὡς, ἢν τι μὴ νῦν ἡμῖν ἐς βόλον κύρσῃ, οὐκ οἶδ’ ὅκως ἄμεινον ἡ κύθρη πρήξει. τί τουνθρύζεις κοὐκ ἐλευθέρῃ γλάσσῃ τὸν τῖμον ὅστις ἐστὶν ἐξεδίφησας;