Ancient Greek
394.1
Herodas, Mimiambi 394.1
Unproofread scanNot analysed yet
γύναι, μιῆς μνῆς ἐστιν ἄξιον τοῦτο τὸ ζεῦγος, ἢ ἄνω σ’ ἢ κάτω βλέπειν· χαλκοῦ ῥίνημ’ ὃ δήκοτ’ ἐστὶ τῆς Ἀθηναίης ὠνευμένης αὐτῆς ἂν οὐκ ἀποστάξαι. μάλ’ εἰκότως σευ τὸ στεγύλλιον, Κέρδων, πέπληθε δαψιλέων τε καὶ καλῶν ἔργων. φύλασσε κλείσας αὐτά· τῇ γὰρ εἰκοστῇ τοῦ Ταυρεῶνος ἡ ’κατῆ γάμον ποιεῖ τῆς Ἀρτακηνῆς, κὑποδημάτων χρείη· τάχ’ οὖν, τάλης, ἄξουσι σὺν τύχῃ πρὸς σε, μᾶλλον δὲ πάντως· ἀλλὰ θύλακον ῥάψαι τὰς μνέας ὅκως σοι μὴ αἱ γαλαῖ διοίσουσι. ἢν τ’ ἡ ’κάτη ἔλθῃ, μνῆς ἔλασσον οὐκ οἴσει, ἢν τ’ ἡ Ἀρτακηνή· πρὸς τάδ’, εἰ θέλεις, σκέπτευ. οὔ σοι δίδωσιν ἡ ἀγαθὴ τύχη, Κέρδων, ψαῦσαι ποδίσκων ὧν πόθοι τε κἤρωτες ψαύουσιν, ἀλλ’ εἲς κνῦσα καὶ κακὴ λώβη· ὥστ’ ἐκ μὲν ἡμέων δι’ ἔλεόν σεο ἡ πρῆξις, ταύτῃ δὲ δώσεις κεῖνο τὸ ἕτερον ζεῦγος κόσου; πάλιν πρήμηνον ἀξίην φωνὴν σωυτοῦ. στατῆρας πέντε, ναὶ μὰ θεούς, φοιτᾷ ἡ ψάλτρι’ Εὐέτηρις ἡμέρην πᾶσαν λαβεῖν ἀνώγουσ’, ἀλλ’ ἐγώ μιν ἐχθαίρω, κἢν τέσσαράς μοι Δαρικοὺς ὑπόσχηται, ὁτεύνεκέν μευ τὴν γυναῖκα τωθάζει κακοῖσι δέννοις· εἰ δὲ καί σ’ ἔχει χρείη φέρ’,—εὐλαβοῦ δὲ τῶν τριῶν ὄναρ δοῦναι—