Ancient Greek
72.3 to 74.3
Herodas, Mimiambi 72.3-74.3
Unproofread scanNot analysed yet
Θρέϊσσ’, ἀράσσει τὴν θύρην τις· οὐκ ὄψῃ τίς τῶν παρ’ ἡμέων ἐξ ἀγροικίης ἥκει; τίς τὴν θύρην; ἐγῶδε. τίς σύ; δειμαίνεις ἆσσον προσελθεῖν; ἤν ἰδού, πάρειμ’ ἆσσον. τίς δ’ εἶ σύ; Γυλλίς, ἡ Φιλαινίου μήτηρ. ἄγγειλον ἔνδον Μητρίχῃ παρεῦσάν με. κάλει. τίς ἐστιν; Γυλλίς, ἀμμίη Γυλλίς. στρέψον τι, δούλη. τίς σε μοῖρ’ ἔπεισ’ ἐλθεῖν, Γυλλίς, πρὸς ἡμέας; τί σὺ θεὸς πρὸς ἀνθρώπους; ἤδη γάρ εἰσι πέντε κου, δοκέω, μῆνες ἐξ οὗ σε, Γυλλίς, οὐδ’ ὄναρ, μὰ τὰς Μοίρας, πρὸς τὴν θύρην ἐλθοῦσαν εἶδέ τις ταύτην. μακρὴν ἀποικέω, τέκνον, ἐν δὲ ταῖς λαύραις ὁ πηλὸς ἄχρις ἰγνύων προσέστηκεν· ἐγὼ δὲ δραίνω μυῖ’ ὅσον· τὸ γὰρ γῆρας ἡμέας καθέλκει κἠ σκιὴ παρέστηκεν. σίγη τε καὶ μὴ τοῦ χρόνου καταψεύδεο· οἵη τ’ ἔτ’ εἶ γάρ, Γυλλί, χἠτέρους ἄγχειν. σίλλαινε· ταῦτα τῇς νεωτέρῃς ὕμιν πρόσεστιν.