Ancient Greek
74.7
Herodas, Mimiambi 74.7
Unproofread scanNot analysed yet
ἀλλ’ οὐ τοῦτο μή σε θερμήνῃ. ἀλλ’, ὦ τέκνον, κόσον τιν’ ἤδη χηραίνεις χρόνον μόνη τρύχουσα τὴν μίαν κοίτην; ἐξ οὗ γὰρ εἰς Αἴγυπτον ἐστάλη Μάνδρις δέκ’ εἰσὶ μῆνες, κοὐδὲ γράμμα σοι πέμπει, ἀλλ’ ἐκλέλησται καὶ πέπωκεν ἐκ καινῆς. κεῖ δ’ ἐστὶν οἶκος τῆς θεοῦ· τὰ γὰρ πάντα, ὅσσ’ ἔστι κου καὶ γίνετ’, ἔστ’ ἐν Αἰγύπτῳ· πλοῦτος, παλαίστρη, δύναμις, εὐδίη, δόξα, θέαι, φιλόσοφοι, χρυσίον, νεηνίσκοι, θεῶν ἀδελφῶν τέμενος, ὁ βασιλεὺς χρηστός, Μουσῆον, οἶνος, ἀγαθὰ πάνθ’ ὅσ’ ἂν χρῄζῃς, γυναῖκες, ὁκόσους οὐ μὰ τὴν Ἅιδεω Κούρην ἀστέρας ἐνεγκεῖν οὐρανὸς κεκαύχηται, τὴν δ’ ὄψιν οἷαι πρὸς Πάριν κοθ’ ὥρμησαν θεαὶ κριθῆναι καλλονήν—λάθοιμ’ αὐτάς γρύξασα. κοίην οὖν τάλαινα σὺ ψυχήν ἔχουσα θάλπεις τὸν δίφρον; κατ’ οὖν λήσεις γηρᾶσα καί σευ τὸ ὥριμον τέφρη κάψει. πάπτηνον ἄλλῃ κἡμέρας μετάλλαξον τὸν νοῦν δύ’ ἢ τρεῖς, κἱλαρὴ κατάστηθι καὶ ὅρη πρὸς ἄλλον· νηῦς μιῆς ἐπ’ ἀγκύρης οὐκ ἀσφαλὴς ὁρμεῦσα· κεῖνος ἢν ἔλθῃ, ἐκ νερτέρων οὐ μηδὲ εἷς ἀναστήσῃ ἡμέας ἀπάρτι· δεινὰ δ’ ἄγριος χειμών