Ancient Greek · ~2 min
Book 3, Chapter 14
Herodian, Ab excessu divi Marci 3.14.8
Not analysed yet
εἰσὶ δὲ μαχιμώτατοί τε καὶ φονικώτατοι, ἀσπίδα μόνην στενὴν προβεβλημένοι καὶ δόρυ, ξίφος δὲ παρηρτημένοι γυμνοῦ σώματος. θώρακος δὲ ἢ κράνους οὐκ ἴσασι χρῆσιν, ἐμπόδιον νομίζοντες πρὸς τὴν δίοδον τῶν ἑλῶν, ἐξ ὧν τῆς ἀναθυμιάσεως καὶ παχύτητος ὁ κατ̓ ἐκείνην τὴν χώραν ἀὴρ ζοφώδης ἀεὶ φαίνεται. πρὸς δὴ ταῦτα ὁ Σἑ̣?ʼῆρος ἐξήρτυεν ὅσα συνοίσειν ἔμελλε τῷ Ῥωμαίων στρατῷ λυπήσειν δὲ καὶ ἐμποδιεῖν τὴν τῶν βαρβάρων ὁρμήν.