Ancient Greek
3.14.9 to 3.14.10
Herodian, Ab excessu divi Marci 3.14.9-10
Not analysed yet
ὡς δὲ αὐτάρκως ὤφθη αὐτῷ τὰ πρὸς τὸν πόλεμον εὐτρεπίσθαι, τὸν μὲν νεώτερον τῶν υἱῶν, τὸν Γέταν καλούμενον, καταλιπὼν ἐν τῷ ὑπὸ Ῥωμαίους ἔθνει δικάσοντά τε καὶ τὰ πολιτικὰ τῆς ἀρχῆς διοικήσοντα, δοὺς αὐτῷ συνέδρους τῶν φίλων τοὺς πρεσβυτέρους, τὸν δὲ Ἀντωνῖνον παραλαβὼν ἐπὶ τοὺς βαρβάρους ἠπείγετο. ὑπερβάντος δὲ τοῦ στρατοῦ τὰ προβεβλημένα ῥεύματά τε καὶ χώματα τῆς Ῥωμαίων ἀρχῆς συμβολαὶ καὶ ἀκροβολισμοὶ πολλάκις ἐγίνοντο τροπαί τε τῶν βαρβάρων. ἀλλὰ τοῖς μὲν ῥᾳδία ἦν ἡ φυγή, καὶ διελάνθανον ἔν τε δρυμοῖς καὶ ἕλεσι καὶ τῇ τῶν χωρίων γνώσει, ἅπερ πάντα Ῥωμαίοις ὄντα ἐναντία πλείονα παρέσχε τῷ πολέμῳ τὴν διατριβήν: