Ancient Greek · ~7 min
11 to 16
HERODORUS HERACLEENSIS, Fragmenta 11-16
Not analysed yet
Καὶ οἱ ἁλιεῖς περὶ τῆς κυήσεως τῶν ἰχθύων τὸν εὐήθη λέγουσι λόγον καὶ τεθρυλημένον. Ὅνπερ καὶ Ἡρόδωρος ὁ μυθολόγος, ὡς κυϊσκομένων τῶν ἰχθύων ἐκ τοῦ ἀνακάπτειν τὸν θορὸν, οὐ συνορῶντες ὅτι τοῦτ ̓ ἐστὶν ἀδύνατον. Φασὶ γὰρ τὴν μὲν ὕαιναν πολλοὶ, τὸν δὲ τρόχον Ἡρόδωρος ὁ Ἡρακλεώτης, δύο αἰδοῖα ἔχειν, ἄρρενος καὶ θήλεος, καὶ τὸν μὲν τρόχον αὐτὸν αὑτὸν ὀχεύειν, τὴν δὲ ὕαιναν ὀχεύειν, καὶ ὀχεύεσθαι παρ ̓ ἔτος. Ἡρόδωρος καὶ Ἑλλάνικός (fr. 40) φασιν ὡς ὅτι τὴν ὕδραν Ἡρακλῆς ἀνήρει τὴν Ἥραν αὐτῷ καρκίνον ἐφορμῆσαι, πρὸς δύο δὲ οὐ δυνάμενον μάχεσθαι, σύμμαχον ἐπικαλέσασθαι τὸν Ἰόλεων, καὶ ἔντευθεν ῥηθῆναι τὴν παροιμίαν. Περὶ δὲ τοῦ κάπρου καὶ Ἡρόδωρός φησιν, ὅτι ἐπὶ τὰς πύλας τῶν Μυκηνῶν κομίσας αὐτὸν ἀπέθετο. Τινὲς γράφουσι Μυγδόνας [ἀντὶ τοῦ καὶ Φρύγας], ἵνα ᾖ, ὁμοῦ Μυσοὺς καὶ Μυγδόνας ὑπέταξε τῷ πατρί μου. Ὅτι δὲ Φρύγας ἐχειρώσατο τοῖς Μαριανδυνοῖς, καὶ Νύμφις ἱστορεῖ. Διὸ καὶ οὕτω γράφει· εἰ δὲ γράφοιτο Μυγδόνας, ἤτοι τοὺς Βέβρυκας ἀπὸ Μυγδόνος βασιλέως αὐτῶν οὕτω κέκληκεν· ἢ ῥητέον ὅτι Μοίριδι (leg. vid. Ἡροδώρῳ) κατηκολούθησεν. Οὗτος γὰρ Μυγδόνας ἔφησε καταπολεμῆσαι τὸν Ἡρακλέα. Οἱ δὲ πλείους, ὧν ἐστὶ καὶ Φερεκύδης καὶ Ἑλλάνικος καὶ Ἡρόδωρος, ὕστερόν φασιν Ἡρακλέους ἰδιόστολον πλεῦσαι τὸν Θησέα καὶ τὴν Ἀμαζόνα (Ἀντιόπην) λαβεῖν αἰχμάλωτον, πιθανώτερα λέγοντες· οὐδεὶς γὰρ ἄλλος ἱστόρηται τῶν μετ ̓ αὐτοῦ στρατευσάντων Ἀμαζόνα λαβεῖν αἰχμάλωτον. Ἡρόδωρος (libri Ἡρόδοτος) δὲ ὁ Ποντικὸς τότε (in expeditione Amazonum contra Athenienses) φησὶ Θησέα λαβεῖν τὴν Ἀντιόπην ἢ μαχομένην (μοιχευομένην libri duo) μετ ̓ αὐτοῦ καὶ ὑπὸ Μόλπιδος (libri duo Μολπουδίας, i. e. Μολπαδίας) τῆς Ἀμαζόνος ἀκοντισθεῖσάν τε καὶ πεσοῦσαν, ἢ πρέσβιν εἰρήνης τοῖς Ἀθηναίοις ἐλθοῦσαν. Ἡρόδωρος (corrupt. Ἡρόδοτος) ὁ Ποντικὸς καὶ Μενεκράτης ὁ περὶ Νικαίας ἱστορήσας τῆς [ἐν Βιθυνίᾳ] πόλεως ἱστορεῖ, ὡς Θησεὺς ἔχων τὴν Ἀντιόπην καὶ περὶ τοὺς ἐν Νικαίᾳ διέτριψε τόπους, κ. τ. λ.