Ancient Greek · ~2 min
17 to 19
HERODORUS HERACLEENSIS, Fragmenta 17-19
Not analysed yet
Πολλῶν δὲ τότε τοῖς ἀρίστοις ἄθλων γενομένων, Ἡρόδωρςο μὲν οὐδενὸς οἴεται τὸν Θησέα μετασχεῖν, ἀλλὰ μόνοις Λαπίθαις τῆς Κενταυρομαχίας. Ἡρόδωρος (libri Ἡρόδοτος) δὲ ταῖς ἀληθείαις οὔ φησι τειχίσαι τὴν πόλιν (Trojam) Ποσειδῶνα καὶ Ἀπόλλωνα, ἀλλὰ Λαομέδοντα χρήματα καταθέμενον ἐκ τῆς θυσίας αὐτῶν, ἀναλῶσαι ταῦτα εἰς τὴν τοῦ τείχους κατασκευήν. Μέμνηται δὲ τῆς ἀλίμου καὶ Ἡρόδωρος (libri Ἡρόδοτος) ἐν τῷ πέμπτῳ τοῦ καθ ̓ Ἡρακλέα λόγου καὶ Πλάτων ἐν γʹ τῶν Νόμων (lib. III init.) .