Ancient Greek
30 to 33
HERODORUS HERACLEENSIS, Fragmenta 30-33
Not analysed yet
Κασσώπη, πόλις ἐν Μολοσσοῖς. Τὸ ἐθνικὸν Κασσωπαῖος καὶ Κασσώπιος. Ἡρόδωρος δὲ Κασσώπους αὐτούς φησιν, ἴσως κακῶς. Τὸν δὲ τῷ χερνίβῳ ῥάναντα παῖδα, διδόντα κατὰ χειρὸς Ἡρακλεῖ ὕδωρ, ὃν ἀπέκτεινεν ὁ Ἡρακλῆς κονδύλῳ, Ἡρόδωρος δ ̓ ἐν ἑπτακαιδεκάτῃ τοῦ καθ ̓ Ἡρακλέα λόγου Εὔνομον (sc. Φησὶ καλεῖσθαι). Δρυόπη. . . ὁ πολίτης Δρυοπαῖος, ὡς Ἡρόδωρος, ὃν παρατίθησι Ἐπαφρόδιτος. Ἡρόδωρος δέ φησιν, ὅτι τοῦ τῆς Ἰόλης γάμου προκειμένου τοξείας ἐπάθλου, Ἡρακλέα νικήσαντα ἀπαξιοῦσθαι τοῦ γάμου· διὸ καὶ κατὰ κράτος ἑλεῖν τὴν Οἰχαλίαν, καὶ τοὺς ἀδελφοὺς αὐτῆς ἀνελεῖν, Εὔρυτον δὲ φυγεῖν εἰς Εὔβοιαν.