Ancient Greek
Dfhg-Source dfhg2_HERODORUS_HERACLEENSIS
HERODORUS HERACLEENSIS, Fragmenta 34
Not analysed yet
Γαμῶν ὁ Πειρίθους Δηιδάμειαν ἐδεήθη τοῦ Θησέως ἐλθεῖν καὶ τὴν χώραν ἱστορῆσαι καὶ συγγενέσθαι τοῖς Λαπίθαις. Ἐτύγχανε δὲ καὶ τοὺς Κενταύρους κεκληκὼς ἐπὶ τὸ δεῖπνον. Ὡς δὲ ἠσέγαινον ὕβρει, καὶ μεθύοντες οὐκ ἀπείχοντο τῶν γυναικῶν, ἐτράποντο πρὸς ἄμυναν οἱ Λαπίθαι· καὶ τοὺς μὲν ἔκτειναν αὐτῶν, τοὺς δὲ πολέμῳ κρατήσαντες ὕστερον ἐξέβαλον ἐκ τῆς χώρας τοῦ Θησέως αὐτοῖς συμμαχομένου καὶ συμπολεμοῦντος. Ἡρόδωρος δὲ ταῦτα πραχθῆναι φησὶν οὐχ οὕτως, ἀλλὰ τοῦ πολέμου συνεστῶτος ἤδη τὸν Θησεα βοηθοῦντα τοῖς Λαπίθαις παραγεωέσθαι, καὶ τότε πρῶτον ὄψει γνωρίσαι τὸν Ἡρακλέα ποιησάμενον ἔργον ἐντυχεῖν αὐτῷ περὶ Τραχῖνα πεπαυμένῳ πλάνης ἤδη καὶ ἄθλων· γενέσθαι δὲ μετὰ τιμῆς καὶ φιλοφροσύνης καὶ πολλῶν ἐπαίνων ἀμφοτέροις τὴν ἔντευξιν. Οὐ μὴν ἀλλὰ μᾶλλον ἂν τις προ; σχοι τοῖς πολλάκις ἐντυχεῖν αὐτοὺς ἀλλήλοις ἱστοροῦσι· καὶ τὴν μύησιν Ἡρακλεῖ γενέσθαι Θησέως σπουδάσαντος καὶ τὸν πρὸ τῆς μυήσεως καθαρμὸν, ὡς δεομένῳ διά τινας πράξεις ἀβουλήτους.