Ancient Greek
35 to 42
HERODORUS HERACLEENSIS, Fragmenta 35-42
Not analysed yet
Ἡρόδωρος δέ φησιν, ἐξ Ἀθάμαντος καὶ Θεμιστοῦς γενέσθαι παῖδας, Σχοινέα, Ἐρύθριον, Λεύκωνα, Πτῷον· νεωτάτους δὲ Φρίξον καὶ Ἔλλην· οὓς διὰ τὴν Ἰνοῦς ἐπιβουλὴν ἐκχωρῆσαι. Τελευτῆσαι δὲ τὴν Ἔλλην κατὰ Πακτύην φασὶν (I. φησὶν), ὡς καὶ Ἑλλάνικος (fr. 88) μαρτυρεῖ. Ἰνοῦς δὲ καὶ Ἀθάμαντος Λέαρχος καὶ Μελικέρτης. Τούτους δὲ (sc. Τοὺς Φρίξου παῖδας) Ἤρόδωρός φησιν ἐκ Χαλκιόπης τῆς Αἰήτου θυγατρός. Ἡρόδωρος δὲ Πολυφήμην φησὶν εἶναι τὴν Ἰάσονος μήτερα, τὴν Αὐτολύκου. Ἡρόδωρός φησιν μὴ συμπεπλευκέναι αὐτόν (Herculem) τεκαί τινας ἄλλους. Ἡρόδωρος δύο εἶναι Ὀρφεῖς φησιν· ὧν τὸν ἕτερον συμπεπλευκέναι τοῖς Ἀργοναύταις. Ζητεῖται δὲ διὰ τί Ὀρφεὺς ἀσθενὴς ὢν συνέπλει τοῖς ἥρωσιν· ὅτι μάντις ὢν ὁ Χείρων ἔχρησε μὴ δύνασθαι τὰς Σειρῆνας παρελθεῖν αὐτοὺς Ὀρφέως μὴ συμπλέοντος. Οὕτως Ἡρόδωρος. Ἐριβώτης.] Ἡρόδωρος ἐν τοῖς Ἀργοναυτικοῖς τοῦτον Εὐρυβάτην (Εὐρυβώτην cod. Par.) καλεῖ, καί φησιν αὐτὸν Τελέοντος υἱόν. Apollonius Ἄβαντος φησὶ νομισθῆναι τὸν Ἴδμονα. Συμμαρτυρεῖ δὲ αὐτῷ καὶ Ἡρόδωρος. Ζήτης καὶ Καλαΐς] Τούτους ἐκ διαφόρων τόπων συμπλεῦσαι τοῖς Ἀργοναύταις φασίν· οἱ μὲν γὰρ ἐκ Θρᾴκης, ὡς Ἀπολλώνιος, Ἡρόδωρος δὲ ἐκ Δαυλίδος, Δοῦρις δὲ ἐξ Ὑπερβορέων.