Ancient Greek
44 to 48
HERODORUS HERACLEENSIS, Fragmenta 44-48
Not analysed yet
Ὅτι δὲ ἐμίγησαν οἱ Ἀργοναῦται ταῖς Λημνίαις Ἡρόδωρος ἱστορεῖ ἐν τοῖς Ἀργοναυτικοῖς. Γηγενέες: Τούτων καὶ Ἡρόδωρος μνημονεύει ἐν τοῖς Ἀργοναυτικοῖς· καὶ ὅτι ἐπολέμησαν Ἡρακλεῖ. Οἱ μὲν οὖν γηγενεῖς παρὰ Κύζικον ᾤκουν, οἱ δὲ Δολίονες παρὰ τὸν Ἰσθμόν. Μακριέων: Ἦσαν δὲ ἀστυγείτονες τῶν Δολιόνων οἱ Μάκρωνες. Οἱ δὲ ἔθνος Βεχείρων φασὶ τοὺς Μάκριας, οἵτινες ἀεὶ πολεμοῦσι τοῖς Κυζικηνοῖς· ἦσαν δὲ τὰ πολεμικὰ ἔργα ἠσκηκότες, ὡς ἱστοροῦσι Φιλοστέφανός τε καὶ Ἡρόδωρος, οἱ τὰ περὶ τῶν βίων αὐτῶν γεγραφότες. Argonautae in Hiero ad ostium Ponti sacra faciunt diis duodecim. Ἡρόδωρος δὲ ἐπὶ τοῦ[αὐτοῦ] βωμοῦ φησι τεθυκέναι τοὺς Ἀργοναύτας, ἰφ ̓ οὗ Ἄργος ὁ Φρίξου ἐπανιὼν ἐτεθύκει. Ἡρόδωρος οὖν φησὶν ἑῷον τὸν Ἀπόλλωνα προσεγορεύεσθαι, καὶ βωμὸν αὐτοῦ εἶναι ἐν τῷ νήσῳ, οὐ καθὸ ὄρθρῳ ἐπεφάνη αὐτοῖς, ἀλλὰ καθὸ οἱ Ἀργοναῦται ὄρθρου εἰς αὐτὴν κατέπλευσαν.