Ancient Greek
Dfhg-Source dfhg2_HERODORUS_HERACLEENSIS
HERODORUS HERACLEENSIS, Fragmenta 49
Not analysed yet
Φασὶ δὲ αὐτὸν (sc. Λύκον τὸν τῶν Μαριανδυνῶν βασιλέα) υἱὸν εἶναι Δασκύλου τοῦ Ταντάλου, καὶ Ἀνθεμοεισίας τῆς Λύκου τοῦ ποταμοῦ (ὡς μαρτυρεῖ καὶ Νύμφις ἐν ἐν τῷ αʹ τῆς Ἡρακλείας, καὶ Ἡρόδωρος παριστορῶν)· ὑπεδέξατο δὲ τοὺς ἥρωας, ὥς τινες, διὰ τὸ τὸν Πέλοπα, τὸν θεῖον αὐτοῦ, τιμηθῆναι παρὰ τῶν Ἑλλήνων· ἅμα δὲ καὶ διὰ τὸν Ἀμύκου καὶ τῶν Βεβρύκων φόνον· ἐχθροὶ γὰρ ἦσαν τοῖς, Μαριανδυνοῖς οἱ Βέβρθκες.